1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

3

αὐτῶν ἰσχὺν ἐν τῷ ἐκείνους κατὰ Ῥωμαίων ἐκστρατεύειν. Οἱ γὰρ Πατζινακῖται, καὶ τῇ πρὸς τὸν βασιλέα φιλίᾳ συνδούμενοι καὶ παρ' ἐκείνου διὰ γραμμάτων καὶ δώρων ἀναπειθόμενοι, δύνανται ῥᾳδίως κατὰ τῆς χώρας τῶν τε Ῥῶς καὶ τῶν Τούρκων ἐπέρχεσθαι καὶ ἐξανδραποδίζεσθαι τὰ τούτων γύναια καὶ παιδάρια καὶ ληΐζεσθαι τὴν χώραν αὐτῶν. 5 Περὶ τῶν Πατζινακιτῶν καὶ τῶν Βουλγάρων. Ὅτι καὶ τοῖς Βουλγάροις φοβερώτερος ἂν εἶναι δόξειεν ὁ τῶν Ῥωμαίων βασιλεύς, καὶ ἀνάγκην ἡσυχίας ἐπιτιθέναι τούτοις δύναται ἐκ τοῦ μετὰ τῶν Πατζινακιτῶν εἰρηνεύειν, ἐπειδὴ καὶ πρὸς αὐτοὺς τοὺς Βουλγάρους οἱ εἰρημένοι Πατζινακῖται πλησιάζουσιν, καὶ ἡνίκα βουληθῶσιν, ἢ δι' οἰκεῖον κέρδος ἢ τῇ πρὸς τὸν βασιλέα Ῥωμαίων χάριτι εὐχερῶς δύνανται κατὰ Βουλγαρίας ἐκστρατεύειν καὶ ἀπὸ τοῦ περιόντος πλήθους καὶ τῆς ἰσχύος αὐτῶν ὑπερνικᾶν αὐτοὺς καὶ ἡττᾶν. ∆ιὰ τοῦτο καὶ οἱ Βούλγαροι ἀγῶνα καὶ σπουδὴν διηνεκῶς ἔχουσι τοῦ εἰρηνεύειν καὶ ὁμονοεῖν μετὰ τῶν Πατζινακιτῶν. Ἐκ τοῦ γὰρ πολλάκις ὑπ' αὐτῶν καταπολεμηθῆναι καὶ πραιδευθῆναι τῇ πείρᾳ ἐγνώκασι καλὸν καὶ συμφέρον εἶναι τὸ εἰρηνεύειν ἀεὶ πρὸς αὐτούς. 6 Περὶ τῶν Πατζινακιτῶν καὶ Χερσωνιτῶν. Ὅτι καὶ ἕτερος λαὸς τῶν τοιούτων Πατζινακιτῶν τῷ μέρει τῆς Χερσῶνος παράκεινται, οἵτινες καὶ πραγματεύονται μετὰ τῶν Χερσωνιτῶν, καὶ ποιοῦσι τὰς δουλείας αὐτῶν τε καὶ τοῦ βασιλέως εἴς τε τὴν Ῥωσίαν καὶ Χαζαρίαν καὶ τὴν Ζιχίαν καὶ εἰς πάντα τὰ ἐκεῖθεν μέρη, δηλονότι λαμβάνοντες παρὰ τῶν Χερσωνιτῶν τὸν προσυμπεφωνημένον μισθὸν ὑπὲρ τῆς τοιαύτης διακονίας κατὰ τὸ ἀνῆκον τῆς δουλείας καὶ τοῦ κόπου αὐτῶν, οἷον βλαττία, πράνδια, χαρέρια, σημέντα, πέπεριν, δερμάτια ἀληθινὰ Πάρθικα καὶ ἕτερα εἴδη τὰ ὑπ' αὐτῶν ἐπιζητούμενα, καθὼς ἂν ἕκαστος Χερσωνίτης ἕκαστον Πατζινακίτην πείσῃ συμφωνῶν ἢ πεισθῇ. Ἐλεύθεροι γὰρ ὄντες καὶ οἷον αὐτόνομοι οἱ τοιοῦτοι Πατζινακῖται οὐδεμίαν δουλείαν ἄνευ μισθοῦ ποιοῦσί ποτε. 7 Περὶ τῶν ἀπὸ Χερσῶνος ἀποστελλομένων βασιλικῶν ἐν Πατζινακίᾳ. Ὅτι ἡνίκα περάσῃ βασιλικὸς εἰς Χερσῶνα ἕνεκα τῆς τοιαύτης διακονίας, ὀφείλει εὐθὺς ἀποστέλλειν εἰς Πατζινακίαν καὶ ἐπιζητεῖν ὄψιδας παρ' αὐτῶν καὶ διασώστας, καὶ ἐρχομένων αὐτῶν, τοὺς μὲν ὄψιδας εἰς τὸ κάστρον Χερσῶνος κρατουμένους καταλιμπάνειν, αὐτὸς δὲ μετὰ τῶν διασωστῶν πρὸς Πατζινακίαν ἀπέρχεσθαι καὶ τὰ ἐντεταλμένα ἐπιτελεῖν. Οἱ δὲ τοιοῦτοι Πατζινακῖται ἄπληστοι ὄντες καὶ τῶν παρ' αὐτοῖς σπανίων ὀξεῖς ἐπιθυμηταὶ ἀνέδην ἐπιζητοῦσιν ξενάλια ἱκανά, οἱ μὲν ὄψιδες ἄλλα μὲν λόγῳ αὐτῶν καὶ ἄλλα λόγῳ τῶν αὐτῶν γυναικῶν, οἱ δὲ ἀποσῶσται τὰ μὲν ὑπὲρ τοῦ κόπου αὐτῶν, τὰ δὲ ὑπὲρ τοῦ κόπου τῶν ἀλόγων αὐτῶν. Εἶτα, εἰσερχομένου τοῦ βασιλικοῦ εἰς τὴν χώραν αὐτῶν, ζητοῦσι πρότερον τὰ τοῦ βασιλέως δῶρα, καὶ πάλιν, ὅτε κορέσουσι τοὺς ἀνθρώπους αὐτῶν, ζητοῦσι τὰ τῶν γυναικῶν αὐτῶν καὶ τῶν γονέων αὐτῶν. Ἀλλὰ καὶ ὅσοι ἐν τῷ ἀποσώζειν αὐτὸν ὑποστρέφοντα πρὸς Χερσῶνα κατέλθωσι μετ' αὐτοῦ, ζητοῦσι παρ' αὐτοῦ ῥογευθῆναι διὰ τὸν κόπον αὐτῶν τε καὶ τῶν ἀλόγων αὐτῶν. 8 Περὶ τῶν ἀπὸ τῆς θεοφυλάκτου πόλεως ἀποστελλομένων βασιλικῶν μετὰ χελανδίων διά τε τοῦ ∆ανουβίου καὶ ∆άναπρι καὶ ∆άναστρι ποταμοῦ ἐν Πατζινακίᾳ. Ὅτι καὶ εἰς τὸ μέρος τῆς Βουλγαρίας καθέζεται λαὸς τῶν Πατζινακιτῶν, ἐπὶ τὸ μέρος τοῦ ∆άναπρι καὶ τοῦ ∆άναστρι καὶ τῶν ἑτέρων τῶν ἐκεῖσε ὄντων ποταμῶν. Καὶ βασιλικοῦ ἀποστελλομένου ἐντεῦθεν μετὰ χελανδίων, δύναται καὶ χωρὶς τοῦ εἰς Χερσῶνα ἀπελθεῖν ἐνταῦθα συντόμως καὶ ταχέως εὑρίσκειν τοὺς αὐτοὺς Πατζινακίτας, οὓς καὶ εὑρὼν μηνύει διὰ ἀνθρώπου αὐτοῦ ὁ βασιλικός, ἐντὸς τῶν χελανδίων μένων καὶ μεθ' ἑαυτοῦ τὰ βασιλικὰ ἐπιφερόμενος καὶ φυλάττων ἐν τοῖς χελανδίοις πράγματα. Καὶ κατέρχονται πρὸς αὐτόν, καὶ ὅτε κατέλθωσιν, δίδωσι πρὸς αὐτοὺς ὁ βασιλικὸς ἀνθρώπους αὐτοῦ ὄψιδας, καὶ λαμβάνει καὶ αὐτὸς ἀπὸ τῶν τοιούτων Πατζινακιτῶν ἑτέρους ὄψιδας, καὶ κρατεῖ αὐτοὺς εἰς τὰ χελάνδια, καὶ τότε συμφωνεῖ μετ' αὐτῶν· καὶ ὅτε ποιήσουσιν οἱ