1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

27

οἱ Τοῦρκοι νομάδα βίον ζῶντες. Ἀπερχόμενοι δὲ οἱ ∆ελματίας κατ' ἔτος ἔβλεπον πολλάκις ἐκεῖθεν τοῦ ποταμοῦ τά τε κτήνη καὶ τοὺς ἀνθρώπους. Ἔδοξεν οὖν αὐτοῖς κατά τινα χρόνον διαπερᾶσαι καὶ ἐρευνῆσαι, τίνες εἰσὶν οἱ ἐκεῖσε τὴν δίαιταν ἔχοντες. Περάσαντες οὖν εὗρον τὰς γυναῖκας τῶν Ἀβάρων καὶ τὰ παιδία μόνα, τοὺς ἄνδρας δὲ καὶ τὴν ἀκμάζουσαν ἡλικίαν ἐν ταξιδίῳ. Ἄφνω οὖν ἐπιπέσαντες ᾐχμαλώτευσαν αὐτούς, καὶ ὑπέστρεψαν ἀταλαιπώρως, ἀποκομίσαντες τὴν τοιαύτην πραῖδαν εἰς Σαλῶνα. Ὡς οὖν ὑπέστρεψαν οἱ Ἄβαρεις ἐκ τοῦ ταξιδίου καὶ τὸ γενόμενον, ἀφ' ὧν ἔπαθον, ἔμαθον, ἐταράχθησαν μέν, ἠγνόουν δέ, ὁπόθεν αὐτοῖς ἡ τοιαύτη πληγὴ προσεγένετο. Ἔδοξεν οὖν παραφυλάξαι αὐτοῖς τὸν καιρὸν καὶ μαθεῖν τὸ πᾶν ἐξ αὐτοῦ. Ἐπεὶ οὖν κατὰ τὸ σύνηθες αὖθις οἱ ταξεῶται ἀπεστάλησαν ἀπὸ Σαλῶνος, ἦσαν δὲ οὐκ ἐκεῖνοι, ἀλλ' ἕτεροι, ταὐτὰ ἐκείνοις καὶ οὗτοι κατὰ βουλὰς ἔθεντο. ∆ιεπέρασαν οὖν κατ' αὐτῶν, ἐντυχόντες δὲ αὐτοῖς συνηγμένοις ὁμοῦ, οὐχ, ὡς τὸ πρότερον, ἐσκορπισμένοις, οὐ μόνον οὐδὲν οὐκ ἐποίησαν, ἀλλὰ καὶ τὰ πάντων δεινότατα ἔπαθον. Οἱ μὲν γὰρ αὐτῶν ἐσφάγησαν, οἱ δὲ λοιποὶ ἐχειρώθησαν ζῶντες, καὶ οὐδεὶς ἐκείνων τῶν χειρῶν ἐξέφυγεν. Ἐξετάσαντες δὲ αὐτούς, τίνες τε καὶ ὅθεν εἰσίν, καὶ ἀναμαθόντες, ὅτι ἐξ αὐτῶν ἔπαθον τὴν εἰρημένην πληγήν, ἔτι δὲ καὶ περὶ τῆς ποιότητος τοῦ τόπου αὐτῶν ἐρευνήσαντες, καὶ ὅσον ἐξ ἀκοῆς ἀρεσθέντες, ἐκράτησαν τοὺς ζῶντας δεσμίους, καὶ ἐνεδύσαντο τὰ ἱμάτια αὐτῶν, καθὰ ἐκεῖνοι, καὶ δὴ τοὺς ἵππους ἀναβάντες, λαβόντες ἐπὶ χεῖρας τά τε φλάμμουλα καὶ τὰ λοιπὰ σημεῖα, ἃ ἐπεφέροντο μετ' αὐτῶν, ἀπῆραν πάντες φοσσατικῶς καὶ κατὰ τῆς Σαλῶνος ὥρμησαν. Ὡς οὖν καὶ τὸν καιρὸν ἔμαθον ζητήσαντες, καθ' ὃν οἱ ταξεῶται ἐκ τοῦ ∆ανουβίου ὑπέστρεφον (ἦν δὲ τὸ μέγα καὶ ἅγιον σάββατον), ἦλθον καὶ κατὰ τὴν αὐτὴν ἡμέραν. Καὶ τὸ μὲν πλῆθος, ὅτε δήπου πλησίον ἐγένοντο, τοῦ φοσσάτου ἀπεκρύβη, μέχρι δὲ τῶν χιλίων, οἵτινες τούς τε ἵππους καὶ τὰς στολὰς εἰς ἀπάτην ἐκέκτηντο τῶν ∆ελματινῶν, ἐξήλασαν. Ἀναγνωρίσαντες δὲ οἱ τοῦ κάστρου τά τε σημεῖα καὶ τὴν ἀμφίασιν αὐτῶν, ἀλλὰ καὶ τὴν ἡμέραν, ὡς ἔθους ὄντος αὐτοῖς τοῦ ὑποστρέφειν ἐν αὐτῇ, ἤνοιξαν τὰς πόρτας, καὶ ὑπεδέξαντο αὐτοὺς μετὰ περιχαρείας. Ἐκεῖνοι δὲ ἅμα τῷ εἰσελθεῖν τάς τε πόρτας ἐκράτησαν, καὶ δήλην διὰ σημείου τὴν πρᾶξιν τῷ φοσσάτῳ πεποιηκότες, συνεισδραμεῖν καὶ συνεισελθεῖν παρεσκεύασαν. Κατέσφαξαν οὖν πάντας τοὺς τῆς πόλεως, καὶ ἔκτοτε κατεκράτησαν πᾶσαν τὴν χώραν ∆ελματίας, καὶ κατεσκήνωσαν ἐν αὐτῇ. Μόνα δὲ τὰ πρὸς θάλασσαν πολίχνια οὐ συνέδωκαν αὐτοῖς, ἀλλὰ κατείχοντο παρὰ τῶν Ῥωμαίων διὰ τὸ εἶναι τὸν πόρον τῆς ζωῆς αὐτῶν ἐκ τῆς θαλάσσης. Ἰδόντες οὖν οἱ Ἄβαρεις καλλίστην οὖσαν τὴν τοιαύτην γῆν, κατεσκήνωσαν ἐν αὐτῇ. Οἱ δὲ Χρωβάτοι κατῴκουν τηνικαῦτα ἐκεῖθεν Βαγιβαρείας, ἔνθα εἰσὶν ἀρτίως οἱ Βελοχρωβάτοι. Μία δὲ γενεὰ διαχωρισθεῖσα ἐξ αὐτῶν, ἤγουν ἀδελφοὶ πέντε, ὅ τε Κλουκᾶς καὶ ὁ Λόβελος καὶ ὁ Κοσέντζης καὶ ὁ Μουχλὼ καὶ ὁ Χρωβάτος καὶ ἀδελφαὶ δύο, ἡ Τουγὰ καὶ ἡ Βουγά, μετὰ τοῦ λαοῦ αὐτῶν ἦλθον εἰς ∆ελματίαν, καὶ εὗρον τοὺς Ἄβαρεις κατέχοντας τὴν τοιαύτην γῆν. Ἐπί τινας οὖν χρόνους πολεμοῦντες ἀλλήλους, ὑπερίσχυσαν οἱ Χρωβάτοι, καὶ τοὺς μὲν τῶν Ἀβάρων κατέσφαξαν, τοὺς δὲ λοιποὺς ὑποταγῆναι κατηνάγκασαν. Ἔκτοτε οὖν κατεκρατήθη ἡ τοιαύτη χώρα παρὰ τῶν Χρωβάτων, καὶ εἰσὶν ἀκμὴν ἐν Χρωβατίᾳ ἐκ {τοὺς} τῶν Ἀβάρων, καὶ γινώσκονται Ἄβαρεις ὄντες. Οἱ δὲ λοιποὶ Χρωβάτοι ἔμειναν πρὸς Φραγγίαν, καὶ λέγονται ἀρτίως Βελοχρωβάτοι, ἤγουν ἄσπροι Χρωβάτοι, ἔχοντες ἴδιον ἄρχοντα· ὑπόκεινται δὲ Ὤτῳ, τῷ μεγάλῳ ῥηγὶ Φραγγίας, τῆς καὶ Σαξίας, καὶ ἀβάπτιστοι τυγχάνουσιν, συμπενθερίας μετὰ τοὺς Τούρκους καὶ ἀγάπας ἔχοντες. Ἀπὸ δὲ τῶν Χρωβάτων, τῶν ἐλθόντων ἐν ∆ελματίᾳ, διεχωρίσθη μέρος τι, καὶ ἐκράτησεν τὸ Ἰλλυρικὸν καὶ τὴν Παννονίαν· εἶχον δὲ καὶ αὐτοὶ ἄρχοντα αὐτεξούσιον, διαπεμπόμενον καὶ μόνον πρὸς τὸν ἄρχοντα Χρωβατίας κατὰ φιλίαν.