1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

14

παρά τε τοῦ στόλου καὶ τῶν στρατιωτῶν τοῦ βασιλέως. Καὶ εἰρήνευσεν ἡ καθ' ἡμᾶς πολιτεία ἐπὶ μήκιστον χρόνον, στρατηγούσης καὶ περιεπούσης τῆς δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου τήνδε τὴν πόλιν, ἧς καὶ τὴν ἄχραντον καὶ ἁγίαν εἰκόνα καὶ αὐτὸς ὁ Σουλεϊμὰν ᾐδέσθη καὶ ἐνετράπη καὶ τοῦ ἵππου κατέπεσεν. 22 Ἐκ τοῦ Χρονογράφου τοῦ μακαρίου Θεοφάνους περὶ τῶν αὐτῶν καὶ περὶ Μαυίου καὶ τῆς γενεᾶς αὐτοῦ, ὅπως διεπέρασεν ἐν Ἱσπανίᾳ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ὁ Ῥινότμητος. Αὕτη ἐστὶν ἀρχὴ τῆς βασιλείας αὐτοῦ, καὶ μετὰ ταῦτα ἐξεβλήθη ὑπὸ Λεοντίου, καὶ πάλιν ἀντεισῆλθεν ἐκβαλὼν τὸν Λεόντιον καὶ Ἀψίμαρον, καὶ ἀμφοτέρους αὐτοὺς ἐν τῇ ἱπποδρομίᾳ θριαμβεύσας καὶ ἀποκτείνας. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαι τὴν εἰρήνην οὕτως, ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν, καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθ' ἑκάστην νομίσματα χίλια καὶ ἵππον εὐγενῆ ἕνα καὶ Αἰθίοπα δοῦλον ἕνα, καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἶσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. Καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. Καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. Καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ, τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. Πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν, ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει εἰσελθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν, ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. Παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην, διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους. Ἔτι κρατοῦντος τοῦ Ἀβιμέλεχ, ἐπεστράτευσαν οἱ Ἄραβεςτῇ Ἀφρικῇ καὶ ταύτην παρέλαβον, καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. Λεόντιος δὲ ἦν τῷ τότε χρόνῳ ἐκβαλὼν Ἰουστινιανὸν τῆς Ῥωμαίων ἀρχῆς, καὶ ἐξορίσας αὐτὸν ἐν Χερσῶνι, τῆς βασιλείας ἐκράτησεν. Ἀψιμάρου δὲ τοῦ Τιβερίου τὸν Λεόντιον διαδεξαμένου τῆς βασιλείας καὶ τὰ τῶν Ῥωμαίων σκῆπτρα κρατήσαντος, τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός, καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ, ἔτη ἐννέα. Τῷ δʹ αὐτῷ ἔτει πάλιν ὑπέστρεψεν Ἰουστινιανὸς εἰς τὴν βασιλείαν, καὶ ῥᾳθύμως καὶ ἀμελῶς ταύτην διακυβερνῶν, τῆς Ἀφρικῆς ἐπεκράτησαν ὁλοσχερῶς οἱ Ἀγαρηνοί. Τότε ὁ τοῦ Μαυίου ἔγγονος μετὰ ὀλιγοστοῦ τινος λαοῦ διεπέρασεν ἐν Ἱσπανίᾳ, καὶ ἐπισυνάξας πάντας τοὺς ἐκ τοῦ γένους αὐτοῦ, ἐκράτησεν τὴν Ἱσπανίαν μέχρι τῆς σήμερον, ὅθεν οἱ τὴν Ἱσπανίαν κατοικοῦντες Ἀγαρηνοὶ Μαυιᾶται κατονομάζονται. Τούτων ἀπόγονοι τυγχάνουσιν οἱ τὴν Κρήτην οἰκοῦντες Ἀγαρηνοί. Ὅτε γὰρ Μιχαὴλ ὁ Τραυλὸς τῆς τῶν Ῥωμαίων ἀρχῆςἐπεκράτησεν, καὶ ἡ τοῦ Θωμᾶ ἀνταρσία ἐγένετο μέχρι τριετοῦς χρόνου ἐπικρατήσασα, τότε τοῦ βασιλέως ἀσχολουμένου ἐπὶ τοῖς συμβεβηκόσι πράγμασιν, εὑρόντες διωρίαν οἱ τὴν Ἱσπανίαν οἰκοῦντες Ἀγαρηνοί, στόλον ἱκανὸν ἐξαρτύσαντες καὶ ἀρξάμενοι ἀπὸ τῶν τῆς Σικελίας μερῶν πάσας τὰς Κυκλάδας νήσους ἠρήμωσαν, καὶ ἐλθόντες ἐν Κρήτῃ καὶ ταύτην εὔκαιρον καὶ ἀνειμένην εὑρόντες, μηδενὸς ἀνταίροντος ἢ μαχομένου, ταύτην παρέλαβον, καὶ διακρατοῦσιν ἕως τὴν σήμερον. Τὸν δὲ Οὐαλὶδ διαδέχεται Σουλεϊμάν, καὶ κρατεῖ ἔτη τρία. Ἐπὶ τούτου ἐπεστράτευσε Μάσαλμας, ὁ στρατηγὸς Σουλεϊμάν, μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρ δὲ διὰ θαλάττης, καὶ τῇ τοῦ Θεοῦ συνεργείᾳ ἄπρακτοι μετ' αἰσχύνης ὑπέστρεψαν. Τὸν δὲ Σουλεϊμὰν διαδέχεται Οὔμαρ, καὶ κρατεῖ τῆς τῶν Ἀράβων ἀρχῆς ἔτη δύο. Τὸν δὲ Οὔμαρ διαδέχεται Ἀζίδ, καὶ κρατεῖ τῆς ἀρχῆς ἐπὶ ἐνιαυτοὺς τέσσαρας. Τοῦτον δὲ διαδέχεται Ἰσάμ, καὶ κρατεῖ τῆς ἀρχῆς ἐπὶ ἔτη ιθʹ. Τούτου