1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

64

αὐτοῦ ἐπὶ τὸ Βυζάντιον, ἀντιστάσεως αὐτῷ ὑπό τινων ἐν τῇ Σκυθίᾳ γενομένης, ὑπεμνήσθη τὸ ὑπὸ τοῦ πατρὸς αὐτοῦ, Κώνστα λεχθὲν περὶ τῆς τῶν Χερσωνιτῶν εὐνοίας τε καὶ συμμαχίας, καὶ ἀπέστειλεν κατὰ τὴν τῶν Χερσωνιτῶν πρέσβεις, ἐφ' ᾧ τε ἐλθεῖν αὐτοὺς κατὰ τὴν τῶν Σκυθῶν χώραν καὶ μαχήσασθαι τοῖς ἀνθεστηκόσιν αὐτῷ. Στεφανηφοροῦντος δὲ τότε καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν ∆ιογένους, τοῦ ∆ιογένους, οἱ Χερσωνῖται τὴν κέλευσιν ἀσμένως πειθαρχήσαντες, πάσῃ σπουδῇ κατασκευάσαντες τά τε πολεμικὰ ἅρματα καὶ τὰς χειροβολίστρας, καταλαμβάνουσι τὸν Ἴστρον ποταμὸν καὶ τοῦτον περάσαντες, ἀντεπαρατάξαντο τοῖς ἀνθεστηκόσιν, καὶ ἐτροπώσαντο αὐτούς. Μαθὼν δὲ ὁ βασιλεὺς τὴν ὑπ' αὐτῶν γενομένην τροπήν, ἐκέλευσεν αὐτοὺς κατὰ τὴν ἐνεγκαμένην ἀπιέναι, τοὺς δὲ τούτων πρωτεύοντας προσκαλεσάμενος κατὰ τοῦ Βυζαντίου καὶ εὐχαριστήσας τὰ μέγιστα, ἔφη αὐτοῖς· "Ἐπειδὴ καὶ νῦν εὐνοϊκῶς ὑπὲρ ἡμῶν ἐκάμετε, καθὼς καὶ ἐπὶ τῶν εὐσεβῶν προγόνων τῆς ἡμετέρας θειότητος, ἰδοὺ καὶ ἡμεῖς ἐπικυροῦντες τὰς ἤδη ἐπ' ἐλευθερίᾳ καὶ ἀτελείᾳ δοθείσας ὑμῖν ἐν τῇ Ῥωμαίων ἐκ τῆς ἡμετέρας βασιλείας δεξιάς, παρέχομεν ὑμῖν καὶ ἡμεῖς ἀνδριάντα χρυσοῦν μετὰ καὶ χλαμύδος βασιλικῆς καὶ φιβλατούρας καὶ στέφανον χρυσοῦν πρὸς εὐπρέπειαν τῆς ὑμετέρας πόλεως μετὰ καὶ ἐγγράφου ἡμῶν ἐλευθερίας καὶ ἀτελείας ὑμῶν τε καὶ τῶν πλωΐμων ὑμῶν, καὶ πρὸς τὴν γνησιότητα τῆς ὑμῶν εὐνοίας δίδομεν ὑμῖν καὶ δακτυλίους χρυσοῦς, ἐκτυποῦντας τὰς ἡμετέρας εὐσεβεῖς εἰκόνας, δι' ὧν τὰς κατὰ καιρὸν μελλούσας ἀποστέλλεσθαι ἡμῖν παρ' ὑμῶν ἀναφοράς τε καὶ δεήσεις σφραγίζοντες ταύτας, γνωρίμους ἡμῖν ἀποδείκνυτε τοὺς ἑαυτῶν πρέσβεις, πρὸς ἐπὶ τούτοις δὲ παρέχομεν ὑμῖν καθ' ἕκαστον ἔτος νεῦρόν τε καὶ κάνναβον, σίδηρόν τε καὶ ἔλαιον ὑπὲρ κατασκευῆς τῶν βαλλιστρῶν ὑμῶν, καὶ δίδομεν ὑμῖν πρὸς ἀποτροφὴν ὑμῶν χιλίας ἀννώνας, ἐφ' ᾧ τε εἶναι ὑμᾶς βαλλισταρίους, λεγόμενον, ὡς τὰς τοιαύτας σιτήσεις τε καὶ συνηθείας πάσας καθ' ἕκαστον ἔτος τῶν ἐντεῦθεν μέλλομεν ὑμῖν ἀποστέλλειν κατὰ τὴν Χερσωνιτῶν." Οἱ δὲ Χερσωνῖται τὰς τοιαύτας εἰληφότες ἀννώνας, εἰς ἑαυτούς τε καὶ τὰ τούτων τέκνα διαμερίσαντες, τὸν ἀριθμὸν συνεστήσαντο· διὰ τὸ καὶ ἕως τοῦ νῦν τὰ τούτων τέκνα κατὰ τῶν γονέων τῆς στρατείας συμπλήρωσιν ἐν τῷ ἀριθμῷ κατατάσσονται. Ἐφοδίοις δὲ καὶ δώροις πλείστοις τότε τιμηθέντων ὑπὸ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου, τοῦ τε ∆ιογένους καὶ τῶν σὺν αὐτῷ, κατέλαβον τὴν Χερσωνιτῶν ἀποκομίζοντες καὶ τὰς θείας φιλοτιμίας. Μετὰ δὲ χρόνους τινὰς τοῦ ταῦτα γεγονέναι Σαυρόματος, ὁ ἔγγονος Σαυρομάτου, τοῦ Κρισκορόνου, τοῦ πολεμήσαντος τὴν Λαζικήν, συναθροίσας πόλεμον ἐκ τῆς Μαιώτιδος λίμνης, ἐπανέστη τοῖς Χερσωνίταις, βουλόμενος, φησίν, τὴν τῆς αἰχμαλωσίας ὕβριν τοῦ οἰκείου πάππου ἐκδικῆσαι, τὴν παρ' αὐτῶν ἐπὶ ∆ιοκλητιανοῦ τοῦ βασιλέως γενομένην. Μεμαθηκότες δὲ τοῦτο οἱ Χερσωνῖται, στεφανηφοροῦντος τότε καὶ πρωτεύοντος τῆς Χερσῶνος Βύσκου, τοῦ Σουπολίχου, ἀντιπαραταξάμενοι καὶ αὐτοὶ ὑπήντησαν τῷ Σαυρομάτῳ ἔξω ἐν τοῖς τοῦ λεγομένου Καφᾶ τόποις, καὶ πολεμήσαντες μετὰ αὐτοῦ, τοῦ Θεοῦ τοῖς Χερσωνίταις βοηθοῦντος, ἐνίκησαν τὸν Σαυρόματον καὶ ἐδίωξαν, θήσαντες καὶ ὁροθεσίας ἐν τῷ αὐτῷ λεγομένῳ Καφᾷ, ἐν ᾧ τόπῳ πολεμήσαντες τὸν Σαυρόματον ἐνίκησαν, ἐν ᾧ καὶ ὅρκους ἐπετέλεσεν ὁ αὐτὸς Σαυρόματος καὶ οἱ σὺν αὐτῷ ὑπολειφθέντες τοῦ μηκέτι αὐτοὺς χάριν πολέμου ὑπερβαίνειν τὰς μεταξὺ αὐτῶν τεθείσας ὁροθεσίας, ἀλλ' ἕκαστον αὐτῶν τοὺς ἰδίους ἔχειν τόπους πρὸς τὰς τεθείσας ὁροθεσίας. Καὶ οὕτως ἀνεχώρησεν ἐπὶ τὴν Βόσπορον ὁ Σαυρόματος, καὶ οἱ Χερσωνῖται εἰς τὰ ἴδια. Καὶ δὴ τούτων οὕτως γενομένων, πάλιν μετὰ χρόνους τινὰς ἕτερος Σαυρόματος ἀναστὰς καὶ σὺν αὐτῷ πλῆθος ἀνδρῶν ἐκ τῆς Μαιώτιδος λίμνης, παρετάξαντο πόλεμον κατὰ τῶν Χερσωνιτῶν, καὶ παρελθὼν τὰς μεθ' ὅρκου τεθείσας ὁροθεσίας ἐν τῷ Καφᾷ ὑπὸ τοῦ πρώτου γενο μένου Σαυρομάτου τοῦ μηδένα ποτὲ ἐπιχειρῆσαι τῶν Βοσποριανῶν πολέμου χάριν ταύτας ὑπερβῆναι,