1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

66

τῇ Χερσωνιτῶν ἀμύνασθαι. Καὶ δὴ ἀποστέλλουσιν πρέσβεις κατὰ τὴν Χερσωνιτῶν παρακαλοῦντες· "Ἐὰν οἴδαμεν, ὅτι ἀγάπη ἀληθὴς μεταξὺ ἡμῶν ἐστιν, καὶ ἀδόλως πρὸς ἀλλήλους ἔχομεν, ἐπιγαμβρεύσωμεν ἑαυτοῖς, καὶ δότε ἡμῖν εἰς νύμφην τὴν θυγατέρα Λαμάχου, τοῦ πρώτου ὑμῶν, ἕνεκεν τοῦ υἱοῦ Ἀσάνδρου, τοῦ κυρίου ἡμῶν, ἢ λάβετε αὐτὸν αὐτόθι εἰς γαμβρόν, καὶ οἴδαμεν, ὅτι πιστὰ ἔχομεν εἰς ἀλλήλους, τοῦ υἱοῦ τοῦ βασιλέως ὄντος μεθ' ὑμῶν." Λέγουσιν αὐτοῖς οἱ Χερσωνῖται, ὅτι· "Ἡμεῖς πρὸς ὑμᾶς θυγατέρα ἡμῶν δοῦναι οὐκ ἀνεχόμεθα, εἰ δὲ ἐκ τῶν υἱῶν Ἀσάνδρου, τοῦ βασιλέως ὑμῶν, θέλετε δοῦναι ἡμῖν εἰς γαμβρόν, δεχόμεθα, οὕτω μέντοι, μὴ δυναμένου ἔτι τοῦ υἱοῦ Ἀσάνδρου, τοῦ ἐρχομένου πρὸς ἡμᾶς ἐπιγαμβρεύσασθαι, καιρῷ ποτε ἢ χρόνῳ πειραθῆναι τοῦ ὑποστρέψαι κατὰ τὴν τῶν Βοσποριανῶν χάριν ἐπισκέψεως ἢ προσηγορίας τοῦ οἰκείου πατρός, εἰ δὲ τοῦτο βούλεται, πάντως, ὅτι τῇ ὥρᾳ ἀποθνήσκει." Τῶν δὲ πρέσβεων ἀπολυθέντων καὶ καταλαβόντων τὴν Βοσποριανῶν καὶ ταῦτα ἀναγγελλόντων, ἀπέστειλεν πάλιν ὁ Ἄσανδρος πρέσβεις, λέγων τοῖς Χερσωνίταις, ὅτι· "Ἐὰν ἀληθῶς λέγετε καὶ πιστοποιεῖτέ με, ὅτι Λάμαχος ἀνέχεται ζεῦξαι τὴν θυγατέρα αὐτοῦ τῷ μειζοτέρῳ μου υἱῷ, ἀποστελῶ ὑμῖν αὐτὸν ἐκεῖνον αὐτόθι ἐπιγαμβρεύσασθαι." Ἦν δὲ Λάμαχος τοῖς τότε καιροῖς, ὡς λόγος, πλούτῳ πολλῷ κομῶν ἔν τε χρυσίῳ καὶ ἀργυρίῳ, παισί τε καὶ παιδίσκαις καὶ ἀλόγοις διαφόροις καὶ κτήμασι πολλοῖς, καὶ τέσσαρσι δὲ ῥεγεῶσι τὸν οἶκον αὐτοῦ ἐπικρατεῖν ἐν πλάτει καὶ μήκει ἕως κάτω τῶν λεγομένων Σωσῶν, ἐν οἷς καὶ ἰδίαν πύλην εἶχεν ἐν τῷ τείχει καὶ τέσσαρας πυλεῶνας μεγάλους εἰς τὴν εἴσοδον καὶ τὴν ἔξοδον σὺν ἑτέροις δὲ παραπυλίοις σεμνοῖς, ὥστε εἰσερχομένων τῶν ἀλόγων αὐτοῦ ἐν τῇ πόλει, ἑκάστην ἀγέλην ζώων, ἵππων τε καὶ φορβάδων, βοῶν τε καὶ δαμάλεων, προβάτων τε καὶ ὄνων καὶ δι' ἰδίας πύλης εἰσιέναι καὶ εἰς ἰδίαν στάσιν ἀπιέναι. Παρεκάλεσαν οὖν οἱ Χερσωνῖται τὸν Λάμαχον, ἐφ' ᾧ τε ἐπιγαμβρεύσασθαι αὐτὸν τὸν τοῦ Ἀσάνδρου υἱόν. Τοῦ δὲ Λαμάχου ἐπινεύσαντος τῇ παρακλήσει αὐτῶν, ἦλθεν ὁ τοῦ Ἀσάνδρου υἱὸς ἐν τῇ Χερσῶνι, καὶ ἔγημεν τὴν Γυκίαν. Καὶ διετοῦς μικροῦ χρόνου διαγενομένου, ἐτελεύτησεν ὁ Λάμαχος· ἡ γὰρ μήτηρ τῆς Γυκίας προτελευτήσασα ἦν. Ἡ οὖν Γυκία μετὰ τὴν τοῦ ἐνιαυτοῦ περαίωσιν τῆς τοῦ πατρὸς ταφῆς, τῆς ἐνιαυσιαίας ἡμέρας ἐνστάσης, τὴν μνήμην θέλουσα φαιδρῦναι τοῦ ἰδίου πατρός, στεφανηφοροῦντος τότε καὶ πρωτεύοντος τῆς Χερσῶνος Ζήθου, τοῦ Ζήθονος, παρεκάλεσεν τοῖς προύχουσι τῆς πόλεως, ἐφ' ᾧ τε ἄνευ ὕβρεως ἀνεχθῆναι αὐτοὺς τοῦ λαβεῖν παρ' αὐτῆς σὺν παντὶ τῷ δήμῳ οἶνόν τε καὶ ἄρτους καὶ ἔλαιον, κρέα τε καὶ ὄρνεα καὶ ὄψα, καὶ εἴ τι ἕτερον πρὸς τὴν τῆς εὐφρασίας χρείαν, πρὸς τὸ τὴν ἡμέραν τῆς μνήμης τοῦ Λαμάχου ἅπαντας τοὺς πολίτας σὺν γυναιξὶν καὶ τέκνοις καὶ πάσῃ τῇ φαμιλίᾳ αὐτῶν εὐφρανθῆναι καὶ ἀγάλλεσθαι, ἕκαστον ἐν τῷ ἰδίῳ ῥεγεῶνι καὶ δημοσίᾳ χορεύειν καὶ ἔργου τινὸς τὸ σύνολον μὴ ἅψασθαι, συνταξαμένη τοῖς πολίταις ἐν ὅρκῳ, ἐφ' ᾧ τε ἅπαντα τὸν χρόνον τῆς ζωῆς αὐτῆς οὕτω τὰ τῆς εὐφρασίας καθ' ἕκαστον χρόνον διδόναι αὐτοῖς ἐν τῇ αὐτῇ τοῦ Λαμάχου μνήμῃ. Τούτων δὲ οὕτως γενομένων καὶ ἐν ὅρκῳ ὑπ' αὐτῆς παγιωθέντων, ὁ ταύτης ἀνήρ, ὁ τοῦ Ἀσάνδρου υἱός, ἔχων ἐν κρυπτῷ τὸν δόλον καὶ ἐπιζητῶν καιρὸν προδοσίας, ἀκούσας ταῦτα τὰ παρὰ τῆς Γυκίας λεχθέντα καὶ ἐν ὅρκῳ παγιωθέντα, ἐθαύμασε μὲν καὶ ἐπῄνεσεν τὴν Γυκίαν ἐπὶ τῇ ἐνόρκῳ συντάξει, ὡς γνησίως περὶ τοὺς γονεῖς ἔχουσαν, συνθέμενος δὲ καὶ αὐτός, φησί, χαίρειν καὶ σπένδειν ἐπὶ τῇ τοιαύτῃ συντάξει. Καὶ μετὰ τοῦτο παρελθούσης τῆς μνήμης καὶ τῆς εὐφρασίας, δηλοῖ τοῖς ἐν Βοσπόρῳ δι' οἰκείου παιδὸς λέγων αὐτοῖς, ὅτι· "Εὗρον μέθοδον, δι' ἧς ἀκόπως τὴν Χερσῶνα μέλλομεν παραλαβεῖν· ὑμεῖς οὖν ἐκ διαλειμμάτων ἀποστέλλετέ μοι δέκα ἢ δώδεκα νεωτέρους χρησίμους ἐκτὸς τῶν ἐν τῷ καράβῳ ἐλαυνόντων ὡς δῆθεν ξένιά μοι πέμποντες, ἐν Συμβόλῳ δὲ παραβαλλόντων τῶν ἐρχομένων καράβων ὑμῶν καὶ ἐκεῖ μενόντων, ἐμοῦ δὲ πέμποντος καὶ δι' ἵππων φέροντος τοὺς ἐρχομένους