1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

46

καὶ ἔκτοτε ὑπέταξαν τῷ φόβῳ Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων μᾶλλον, ἤπερ τῇ ἑαυτῶν ἰσχύϊ καὶ δυνάμει πόλεις καὶ χώρας ἱκανὰς τῶν Περσῶν. Ἅπαξ γὰρ τοῦ βασιλέως Ἡρακλείου τοὺς Πέρσας τροπωσαμένου καὶ εἰς τὸ μηκέτι εἶναι τὴν τούτων ἀρχὴν παραστήσαντος, εὐάλωτοι καὶ εὐχείρωτοι οὐ μόνον τοῖς Ἴβηρσιν, ἀλλὰ καὶ τοῖς Σαρακηνοῖς οἱ Πέρσαι γεγόνασιν. ∆ιὰ δὲ τὸ κατάγεσθαι αὐτούς, ὡς αὐτοὶ λέγουσιν, ἐξ Ἱερουσαλὴμ διὰ τὸ μεγάλην πίστιν ἔχουσιν ἐν αὐτοῖς καὶ ἐν τῷ τάφῳ τοῦ Κυρίου ἡμῶν {ἡ} Ἰησοῦ Χριστοῦ, καὶ κατά τινας καιροὺς ἀφθόνως ἀποστέλλουσι χρήματα τῷ πατριάρχῃ τῆς ἁγίας πόλεως καὶ τοῖς ἐκεῖσε Χριστιανοῖς. Ὁ δὲ προρρηθεὶς ∆αυίδ, ὁ τοῦ Σπανδιάτου ἀδελφός, ἐγέννησεν υἱὸν τὸν Παγκράτιον, καὶ ὁ Παγκράτιος ἐγέννησεν υἱὸν τὸν Ἀσώτιον, καὶ ὁ Ἀσώτιος ἐγέννησεν υἱὸν τὸν Ἀδρανασή, τὸν καὶ κουροπαλάτην τιμηθέντα παρὰ Λέοντος, τοῦ φιλοχρίστου βασιλέως Ῥωμαίων. Ὁ δὲ Σπανδιάτης, ὁ ἀδελφὸς τοῦ προρρηθέντος ∆αυίδ, ἐτελεύτησεν ἄτεκνος. Ἀπὸ δὲ τῆς ἐξ Ἱερουσαλὴμ μετοικήσεως αὐτῶν εἰς τὴν νῦν οἰκουμένην παρ' αὐτῶν χώραν εἰσὶν ἔτη υʹ ἢ καὶ φʹ μέχρι τῆς σήμερον, ἥτις ἐστὶν ἰνδικτιὼν ιʹ, ἔτος ἀπὸ κτίσεως κόσμου υξʹ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν φιλοχρίστων καὶ πορφυρογεννήτων βασιλέων Ῥωμαίων. Ἰστέον, ὅτι ὁ φιλόχριστος καὶ πορφυρογέννητος καὶ ἀοίδιμος βασιλεὺς Λέων ἀκούσας, ὅτι εἰς τὸν τόπον, τὸν λεγόμενον Φασιανὴν ἐλθόντες οἱ Σαρακηνοί, τὰς ἐκεῖσε ἐκκλησίας ἐποίησαν κάστρα, ἀπέστειλεν τὸν πατρίκιον {ὁ δεῖνα} καὶ στρατηγὸν τῶν Ἀρμενιάκων τὸν Λαλάκωνα μετὰ τοῦ στρατηγοῦ Κολωνείας καὶ τοῦ στρατηγοῦ Μεσοποταμίας καὶ τοῦ στρατηγοῦ Χαλδίας, καὶ κατέστρεψαν τὰ τοιαῦτα κάστρα, τὰς ἐκκλησίας ἐλευθερώσαντες, ληϊσάμενοι καὶ πᾶσαν τὴν Φασιανήν, τῷ τότε καιρῷ ὑπὸ τῶν Σαρακηνῶν κρατουμένην. Καὶ εἶθ' οὕτως πάλιν ἀπέστειλεν τὸν μάγιστρον Κατακαλὼν καὶ δομέστικον τῶν σχολῶν, ὃς ἐλθὼν ἐν τῷ κάστρῳ Θεοδοσιουπόλεως καὶ τὰ πέριξ αὐτῆς ληϊσάμενος καὶ τὴν χώραν τῆς Φασιανῆς καὶ τὰ περὶ αὐτὴν κάστρα τῷ ὁμοίῳ ὀλέθρῳ παραδούς, ὑπέστρεψεν, μεγάλην πληγὴν ἐν τούτῳ δοὺς τοῖς Σαρακηνοῖς. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ κυροῦ Ῥωμανοῦ, τοῦ βασιλέως ὁ μάγιστρος Ἰωάννης ὁ Κουρκούας ἀπερχόμενος κατὰ τοῦ κάστρου Τιβίου, εἰς τὴν δίοδον αὐτοῦ ἠφάνισεν τὴν πᾶσαν χώραν τῆς Φασιανῆς, ὡς ὑπὸ τῶν Σαρακηνῶν κρατουμένην. Ἀλλὰ καὶ ὁ πατρίκιος Θεόφιλος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος μαγίστρου Ἰωάννου, τὸ πρῶτον αὐτοῦ στρατηγεύοντος ἐν Χαλδίᾳ, ἐπραίδευσεν τὴν τοιαύτην χώραν τῆς Φασιανῆς, ὡς καὶ τότε ὑπὸ τῶν Σαρακηνῶν δεσποζομένην. Μέχρι γὰρ τοῦ γεγονέναι τὸν λόγον μετὰ τοὺς Θεοδοσιουπολίτας εἰς τὴν χώραν τῆς Φασιανῆς χωρίον οὐ συνέστη, οὐδὲ εἰς τὸ κάστρον τοῦ Ἀβνίκου. Καὶ οἱ Ἴβηρες πάντοτε εἶχον ἀγάπην καὶ φιλίαν μετὰ τῶν Θεοδοσιουπολιτῶν καὶ τῶν Ἀβνικιωτῶν καὶ μετὰ τῶν Μανζικιερτῶν καὶ μετὰ πᾶσαν τὴν Περσίδα, ἀλλ' ἐν Φασιανῇ οὐδέποτε ἐπεκτήσαντο χωρία. Ὅτι πολλάκις ὁ κύρις Λέων, ὁ βασιλεὺς καὶ ὁ κύρις Ῥωμανὸς καὶ αὐτὴ ἡ βασιλεία ἡμῶν ἐπεζήτησεν τὸ κάστρον τὸ Κετζέον τοῦ ἀναλαβέσθαι αὐτὸ καὶ εἰσαγαγεῖν ταξάτους πρὸς τὸ μὴ ἐκεῖθεν σιταρχεῖσθαι τὴν Θεοδοσιούπολιν, ἐξασφαλιζόμενοι πρός τε τὸν κουροπαλάτην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦμετὰ τὸ παραληφθῆναι τὴν Θεοδοσιούπολινἀναλαβέσθαι αὐτοὺς τὸ τοιοῦτον κάστρον, ἀλλ' οὐκ ἠνέσχοντο οἱ Ἴβηρες τοῦτο ποιῆσαι διὰ τὴν ἀγάπην τῶν Θεοδοσιουπολιτῶν, καὶ διὰ τὸ μὴ πορθηθῆναι τὸ κάστρον Θεοδοσιούπολιν, ἀλλ' ἀντεδήλωσαν τὸν κύριν Ῥωμανὸν καὶ τὴν βασιλείαν ἡμῶν, λέγοντες, ὅτι· "Εἰ τοῦτο ποιήσωμεν, ἀτιμία ἔχομεν γενέσθαι εἰς τοὺς γείτονας ἡμῶν, οἷον εἰς τὸν μάγιστρον καὶ {εἰς τὸν} ἐξουσιαστὴν Ἀβασγίας καὶ εἰς τὸν Βασπαρακανίτην καὶ εἰς τοὺς ὑπερεξάρχοντας τῶν Ἀρμενίων, καὶ εἰπεῖν ἔχουσιν, ὅτι ὁ βασιλεὺς ἀπίστους ἔχει τοὺς Ἴβηρας, τόν τε κουροπαλάτην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐ πιστεύει αὐτοῖς, καὶ διὰ τοῦτο ἀνελάβετο τὸ κάστρον ἐξ αὐτῶν, ἀλλὰ μᾶλλον ἂς ἀποστείλῃ ὁ βασιλεὺς τουρμάρχην