1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

43

Ταρών. Ἠιτήσατο δὲ καὶ γυναῖκα λαβεῖν ἀπὸ τῶν βασιλικῶν συγγενίδων, καὶ δέδωκεν αὐτῷ ὁ βασιλεὺς τὴν τοῦ μαγίστρου Θεοφυλάκτου ἀδελφὴν εἰς γυναῖκα. Καὶ μετὰ τὸν γάμον διαθήκας ἐξέθετο, ἐν αἷς ἐδήλου, ὅτι· "Ἐάν μοι γένωνται παῖδες ἀπὸ τῆς τοιαύτης γυναικός, ἵνα ἔχουσιν τὴν ἅπασάν μου χώραν εἰς κλῆρον προγονικόν." Καὶ ἐπὶ τούτῳ ᾐτήσατο τὸν βασιλέα δοθῆναι αὐτῷ τὸ προάστειον τοῦ Γρηγορᾶ πρὸς τὸ ἐν αὐτῷ τὴν πατρικίαν, τὴν τούτου γυναῖκα καθέζεσθαι, μετὰ δὲ τὴν αὐτῆς ἀποβίωσιν εἶναι πάλιν τὸ τοιοῦτον προάστειον τῆς βασιλείας αὐτοῦ. Καὶ ἐπένευσεν καὶ πρὸς τοῦτο ὁ βασιλεύς, καὶ πολλαῖς φιλοτιμίαις αὐτὸν δεξιωσάμενος, μετὰ τῆς ἰδίας γυναικὸς ἐξαπέστειλεν εἰς τὴν χώραν αὐτοῦ. Οἱ δὲ υἱοὶ τοῦ μαγίστρου Κρικορικίου, ὅ τε αὐτὸς Παγκράτιος ὁ πατρίκιος καὶ Ἀσώτιος ὁ πατρίκιος, μεγάλως παρελύπουν καὶ ἐβιάζοντο τὸν οἰκεῖον αὐτῶν ἐξάδελφον, Τορνίκιον τὸν πατρίκιον, ὃς μὴ ὑποφέρων τὴν ἀπὸ τούτων ἐπίθεσιν, ἔγραψε πρὸς τὸν βασιλέα ἀποστεῖλαι πιστὸν ἄνθρωπον καὶ παραλαβεῖν τὴν χώραν αὐτοῦ, αὐτὸν δὲ καὶ τὴν γυναῖκα καὶ τὸ παιδίον αὐτῶν πρὸς τὸν βασιλέα εἰσαγαγεῖν. Ὁ δὲ βασιλεὺς ἀπέστειλεν τὸν πρωτοσπαθάριον Κρινίτην καὶ ἑρμηνέα πρὸς τὸ κατὰ τὴν ἀξίωσιν αὐτοῦ ἀναλαβέσθαι καὶ εἰσαγαγεῖν αὐτὸν ἐν τῇ θεοφυλάκτῳ πόλει. Ὅτε δὲ τὴν τοιαύτην χώραν ὁ Κρινίτης κατέλαβεν, εὗρεν αὐτὸν ἤδη τὸν βίον ἀπολιπόντα, διαταξάμενον πρὸς τῆς τελευτῆς εἶναι πᾶσαν τὴν χώραν αὐτοῦ ὑποκειμένην τῷ βασιλεῖ Ῥωμαίων, τὴν δὲ γυναῖκα καὶ τὸ παιδίον αὐτοῦ εἰσελθεῖν πρὸς τὸν βασιλέα, ᾗ καὶ δέδωκεν ὁ βασιλεὺς εἰς κατοίκησιν, εἰσελθούσης, τοῦ πρωτοσπαθαρίου Μιχαήλ, τοῦ ποτε γεγονότος κομμερκιαρίου Χαλδίας καὶ τὴν τοῦ Ψωμαθέως μονήν. Καὶ πάλιν ἀπεστάλη ὁ εἰρημένος Κρινίτης παρὰ τοῦ βασιλέως πρὸς τὸ παραλαβεῖν τὴν χώραν τοῦ Ἀπογάνεμ, ἤτοι τὸ μέρος τοῦ πατρικίου Τορνικίου. Ἀνταπέστειλαν δὲ ἐκεῖθεν τοῦ Ταρωνίτου υἱοί, οἱ τοῦ ἀποθανόντος ἐξάδελφοι, ἀξιοῦντες δοῦναι τὸ Οὐλνούτιν καὶ ἔχειν τὴν χώραν τοῦ ἐξαδέλφου αὐτῶν, μὴ γὰρ δύνασθαι ὅλως αὐτοὺς ζῆν, εἰ τὴν τοῦ ἐξαδέλφου αὐτῶν χώραν ὡς οἰκείαν κατάσχῃ ὁ βασιλεύς. Οἰκείᾳ δὲ ἀγαθότητι ὑπείξας ὁ βασιλεὺς τὴν αἴτησιν αὐτῶν ἐξεπλήρωσεν, καὶ δέδωκεν αὐτοῖς μὲν τὴν χώραν τοῦ Ἀπογάνεμ, τοῦ ἐξαδέλφου αὐτῶν, αὐτὸς δὲ ἀνελάβετο τὸ Οὐλνούτιν μετὰ πάσης τῆς περιχώρου αὐτοῦ. Ἡ δὲ ὅλη τοῦ Ταρὼν χώρα εἰς δύο διανεμηθεῖσα ἐτύγχανεν, ἧς τὸ μὲν ἥμισυ οἱ τοῦ μαγίστρου Κρικορικίου εἶχον υἱοί, τὸ δὲ ἥμισυ οἱ τοῦ Ἀπογάνεμ τοῦ πατρικίου, οἱ τούτων ἐξάδελφοι. 44 Περὶ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ τοῦ κάστρου τοῦ Μανζικίερτ καὶ τοῦ Περκρὶ καὶ τοῦ Χλιὰτ καὶ τοῦ Χαλιὰτ καὶ τοῦ Ἀρζὲς καὶ τοῦ Τιβὶ καὶ τοῦ Χὲρτ καὶ τοῦ Σαλαμᾶς καὶ τοῦ Τζερματζοῦ. Ἰστέον, ὅτι πρὸ τοῦ Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὃν ἀπεκεφάλισεν ὁ ἀμηρᾶς Περσίδος, ὁ Ἀποσάται, ὃς καὶ ἐποίησεν δύο υἱούς, τόν τε Ἀσώτιον, τὸν μετ' αὐτὸν γενόμενον ἄρχοντα τῶν ἀρχόντων, καὶ Ἀπασάκιον, τὸν μετὰ ταῦτα μάγιστρον τιμηθέντα, τὰ τρία ταῦτα κάστρα τό τε Περκρὶ καὶ τὸ Χαλιὰτ καὶ τὸ Ἀρζές, ὑπὸ τὴν τῆς Περσίδος ἐπικράτειαν ἐτύγχανον. Ὅτι ὁ ἄρχων ἐκαθέζετο τῶν ἀρχόντων εἰς τὴν μεγάλην Ἀρμενίαν, εἰς τὸ κάστρον τὸ Κάρς, καὶ ἐπεῖχεν καὶ τὰ τρία τὰ προγεγραμμένα κάστρα, τό τε Περκρὶ καὶ τὸ Χαλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Τιβὶ καὶ τὸ Χὲρτ καὶ τὸ Σαλαμᾶς. Ὅτι Ἀπελβὰρτ ἐκράτει τὸ Μανζικίερτ, καὶ ἦν ὑπὸ τὴν ἐξουσίαν Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων. ∆έδωκεν δὲ τῷ αὐτῷ Ἀπελβὰρτ ὁ αὐτὸς Ἀσώτιος, ὁ ἄρχων τῶν ἀρχόντων, καὶ τὸ κάστρον τὸ Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί· ὁ γὰρ προρρηθεὶς Ἀσώτιος, ὁ ἄρχων τῶν ἀρχόντων, ὁ πατὴρ τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, κατεῖχεν πάσας τὰς τῆς ἀνατολῆς χώρας. Τελευτήσαντος δὲ Ἀπελβάρτ, κατέσχεν τὴν ἐξουσίαν αὐτοῦ ὁ ἴδιος υἱὸς αὐτοῦ, ὁ Ἀβελχαμίτ, τοῦ δὲ Ἀβελχαμὶτ τελευτήσαντος, ἐκράτησε τὴν ἐξουσίαν αὐτοῦ ὁ πρῶτος υἱὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς.