1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

68

πάνυ, λέγει αὐτοῖς ἐν τοῖς ἰδιάζουσιν· "Ἀπελθόντες συναγάγετε καθ' ἑαυτοὺς ἐν μυστηρίῳ τοὺς πρωτεύοντας καὶ εὐγενεῖς τῆς πόλεως, καὶ ἐκλεξάσθωσαν τρεῖς ἄνδρας πιστικούς, δυναμένους φυλάξαι μυστήριον καὶ πρᾶγμα ποιῆσαι, καὶ πιστοποιήσουσιν αὐτοὺς οἱ πάντες ἐνόρκως πρὸς τὸ καὶ αὐτοὺς ἐμὲ πληροφορῆσαι, ἐν οἷς μέλλω ἐπερωτᾶν αὐτούς, καὶ ἀποστειλάτωσαν αὐτοὺς πρός με ἐν μυστηρίῳ, καὶ ἔχω αὐτοῖς ἀναγκαῖόν τι καὶ ὠφέλιμον τῇ πόλει θαρρῆσαι, μόνον διὰ τάχους ποιήσατε, ὃ λέγω ὑμῖν." Ἀπελθόντων δὲ τῶν συγγενῶν αὐτῆς καὶ ἐν μυστηρίῳ ταῦτα τοῖς πρωτεύουσιν εἰρηκότων, εὐθέως ἐξελέξαντο τρεῖς ἄνδρας, οὓς ᾔδεσαν αὐτοὶ πιστοὺς εἶναι, καὶ πιστοποιήσαντες αὐτοὺς πάντες ἐν ὅρκῳ, ὅτι εἴ τι συνθῶνται τῇ Γυκίᾳ εἴτε ποιῆσαι, εἴτε δοῦναι, μὴ ἀκυρῶσαι τοὺς λόγους αὐτῶν, ἀλλ' εἰς πέρας ἀγαγεῖν τὰ ὑπ' αὐτῶν συνταττόμενα αὐτῇ. Τούτων δὲ πρὸς τὴν Γυκίαν ἐν μυστηρίῳ ἀπελθόντων, ἐδέξατο αὐτούς, καὶ λέγει αὐτοῖς· "∆ύνασθέ με πληροφορῆσαι ἐν ὅρκῳ, περὶ ὧν μέλλω ἐπερωτᾶν ὑμᾶς, ὅτι ποιεῖτε ταῦτα;" Οἱ δὲ εἶπον αὐτῇ· "Ναί, κυρία, ἑτοίμως ἔχομεν, περὶ ὧν μέλλεις ἡμῖν ἐπιζητεῖν, πληροφορῆσαί σε, ὅτι εἰς πέρας ἄγονται οἱ λόγοι σου". Τότε λέγει αὐτοῖς ἡ Γυκία· "Πληροφορήσατέ με, ὅτι ἂν ἀποθάνω, ἐν μέσῳ τῆς πόλεώς με θάπτετε, καὶ λέγω ὑμῖν τὸ μυστήριόν μου· ἰδοὺ βαρὺ ὑμῖν τίποτε οὐκ ἐπιζητῶ." Οἱ δὲ ἄνδρες ἀκούσαντες τοῦτο, μετὰ πάσης προθυμίας ἐπληροφόρησαν αὐτὴν ἐν ὅρκῳ, λέγοντες, ὅτι· "Ἐὰν τελευτήσῃς, ἐν μέσῳ τῆς πόλεώς σε θάψομεν καὶ οὐκ ἐξάξομέν σε ἔξω τῶν τειχῶν." Ἡ δὲ Γυκία πεισθεῖσα τοῖς ὅρκοις αὐτῶν λέγει αὐτοῖς· "Ἐφ' οἷς ἐπληροφορήσατέ με, κἀγὼ λοιπὸν ἐμφαίνω ὑμῖν τὸ μυστήριόν μου· ἰδοὺ εἰδέναι ὑμᾶς θέλω, ὅτι ὁ ἀνήρ μου τὸ ἔμφυτον κακὸν τῆς πόλεως αὐτοῦ ἔχων, τὸ τοῦ δόλου καὶ φθόνου καθ' ἡμῶν, ὄχλον ἐκ τοῦ κατὰ μέρος Βοσποριανῶν ἐν κρυφῇ εἰσαγαγὼν ἐν τῷ οἴκῳ μου, ἄχρις διακοσίων ψυχῶν ἐνόπλων διατρέφει, ἐμοῦ μὴ εἰδυίας τὸ πρᾶγμα· ἀλλ' ὁ Θεὸς νῦν διὰ προφάσεως ἐφανέρωσέν μοι αὐτό. Αὐτὸς οὖν ταύτην ἔχει τὴν σκέψιν, ἐφ' ᾧ τε, φησίν, εἰς τὴν μνήμην τοῦ πατρός μου διδούσης μου τὴν εὐφρασίαν τῇ πόλει, καὶ εὐφρανθέντων ὑμῶν καὶ ἀποκοιμωμένων, αὐτὸν τὴν νύκτα ἐπαναστῆναι μετὰ τῶν συνόντων αὐτῷ Βοσποριανῶν τε καὶ οἰκείων, καὶ βαλεῖν ἐμπρησμὸν ἐν τοῖς οἴκοις ὑμῶν καὶ κατασφάξαι πάντας ὑμᾶς. Ἰδοὺ λοιπὸν φθάζει καὶ ἡ μνήμη τοῦ πατρός μου, καὶ δέον μέν ἐστι πρὸς τὸν ὅρκον μου δοῦναι ὑμῖν κατὰ τὸ ἔθος τὰ τῆς εὐφρασίας, πάντα γὰρ ἑτοίμως ἔχω. Θελήσατε οὖν πάντες προσδραμεῖν χαίροντες καὶ ζητῆσαι καὶ λαβεῖν πάντα προθύμως πρὸς τὸ μήπω νοῆσαι αὐτόν, ὅτι ἔγνωμεν τὸ πρᾶγμα, καὶ ἄφνω ἐμφύλιος πόλεμος γένηται. Θελήσατε οὖν καὶ δημοσίως κατὰ τὸ ἔθος εὐφραίνεσθαι, συμμέτρως δέ, καὶ χορεύειν ἐν ταῖς πλατείαις, ἑτοιμάσατε δὲ ἕκαστος ἐν τοῖς οἴκοις ὑμῶν ξύλα τε καὶ φορτία καὶ δᾷδας στεγνὰς πρὸς τό, μισοποιούντων ὑμῶν τὰς εὐφρασίας καὶ τοὺς χορούς, δόξασθαι πρὸς ἀνάπαυσιν ὑμῶν ἀπιέναι, καὶ ἐμοῦ δὲ ταχέστερον μισοποιησάσης καὶ κελευούσης ἀσφαλισθῆναι τοὺς πυλεῶνάς μου, ὑμεῖς εὐθέως ἐν ἡσυχίᾳ πολλῇ σὺν παισὶ καὶ παιδίσκαις ὑμῶν πανοικὶ παρενέγκαντες τὰ ξύλα καὶ φορτία καὶ δᾷδας, παράθετε αὐτὰ ἐν τοῖς πυλεῶσί μου καὶ παραπυλίοις καὶ κύκλῳ τῆς οἰκίας πάσης, ἐπιχέοντες καὶ ἔλαιον τοῖς ξύλοις πρὸς τὸ τάχιον ἁφθῆναι, καὶ ἡνίκα ἐξέλθω ἐγὼ καὶ εἴπω ὑμῖν, εὐθέως βάλετε τὴν πυράν, καὶ ὑμεῖς δὲ ἐν ὅπλοις παραστήκετε κύκλῳ τῆς οἰκίας, ἵνα ὅπου τινὰς θεωρήσετε ἐκπηδῶντας ἐκ τοῦ οἴκου διὰ θυρίδος, τούτους κατασφάζητε. Ἀπελθόντες οὖν τὸ μυστήριον τοῦτο λαλήσατε καὶ ἑτοιμάσατε πάντα, ἃ εἶπον ὑμῖν." Οἱ δὲ πολῖται ταῦτα ἀκούσαντες ἀπὸ τῶν τριῶν ἀνδρῶν, ἐποίησαν πάντα ἐν συντομίᾳ κατὰ τὸν λόγον τῆς Γυκίας. Ἐνστάσης δὲ τῆς μνημοσύνου ἡμέρας, ὡς δῆθεν χαιρομένη ἡ Γυκία μετεπέμψατο τοὺς τῆς πόλεως ἄνδρας, προτρεπομένη τοῦ λαβεῖν αὐτοὺς τὰ τῆς εὐφρασίας. Συνέτρεχε δὲ καὶ ὁ ἀνὴρ αὐτῆς ἐπὶ τοῦτο, καὶ παρεκάλει πλεῖον οἶνον δοθῆναι αὐτοὺς ἐπὶ τῇ εὐφρασίᾳ. Οἱ δὲ