1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

11

Ἡρακλείου, ἔτος ἀπὸ κτίσεως κόσμου ρλʹ. Τὸ δὲ θεμάτιν τῶν αὐτῶν Σαρακηνῶν ἐγένετο εἰς μῆνα Σεπτέμβριον τρίτην, ἡμέρᾳ πέμπτῃ. Εἰς τοὺς αὐτοὺς χρόνους πρῶτος ἀρχηγὸς τῶν Ἀράβων Μουάμεθ, ὃν οἱ Ἄραβες καλοῦσι Μουχούμετ, ὁ καὶ προφήτης αὐτῶν χρηματίσας, ἐκράτησε δὲ τῆς ἀρχῆς τῶν Ἀράβων ἔτη ἐννέα. 17 Ἐκ τοῦ Χρονικοῦ τοῦ μακαρίου Θεοφάνους. Τούτῳ τῷ ἔτει, ἤγουν ρλθʹ, ἀπεβίω Μουάμεθ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος ἀντ' αὐτοῦ Ἀβουβάχαρον, τὸν καὶ Βουπάκτωρα, συγγενῆ αὐτοῦ. Οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι τοῦτον τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ, καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν, καὶ καταλιπεῖν τὴν τοῦ θεόπτου Μωσέως. Θεωρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου, ἔγνωσαν, ὅτι οὐκ ἔστιν, ὃν ἐνόμισαν. Ἐδίδασκον δὲ αὐτὸν ἀθέμιτα κατὰ τῶν Χριστιανῶν, καὶ διῆγον σὺν αὐτῷ. Οὗτοί εἰσιν οἱ διδάξαντες αὐτὸν παραδέχεσθαι μέρη τινὰ τοῦ νόμου, τήν τε περιτομὴν καὶ ἄλλα τινά, ἅπερ παραφυλάττονται οἱ Σαρακηνοί. Πρῶτος οὖν Ἀβουβάχαρ ἠκολούθησεν αὐτὸν καὶ προφήτην ἐκήρυξεν, διὸ καὶ διάδοχον αὐτὸν κατέλιπεν. Ἐκράτησεν δὲ ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Αἰθρίβου, πρώην μὲν ἐν κρυπτῷ ἔτη δέκα, τὸ δὲ ἔσχατον διὰ πολέμου ὁμοίως ἔτη δέκα, καὶ φανερῶς ἔτη ἐννέα. Ἐδίδαξεν δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτείνας ἐχθρὸν ἢ ἀπὸ ἐχθροῦ ἀποκτεννόμενος ἀκωλύτως εἰς τὸν παράδεισον εἰσέρχεται, τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν, ποταμὸν δὲ οἴνου καὶ μέλιτος καὶ γάλακτος καταρρεῖν, καὶ γυναικῶν τὴν ὅρασιν ἀσύγκριτον, οὐ τῶν παρόντων, ἀλλ' ἄλλων, καὶ τὴν μῖξιν πολυχρόνιον ἔφασκεν καὶ διαρκῆ τὴν ἡδονὴν καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας ἔμπλεα, συμπαθεῖν τε ἀλλήλοις καὶ βοηθεῖν ἀδικουμένοις. 18 ∆εύτερος ἀρχηγὸς τῶν Ἀράβων, Ἀβουβάχαρ, ἔτη τρία. Οὗτος ὁ Ἀβουβάχαρ πρῶτος λαμβάνει τὴν πόλιν Γάζαν καὶ πᾶσαν αὐτῆς τὴν περίχωρον. Τελευτᾷ δὲ ὁ αὐτὸς Ἀβουβάχαρ ἀμηρεύσας ἔτη τρία, καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρ, καὶ κρατεῖ τῶν Ἀράβων ἔτη δώδεκα. 19 Τρίτος ἀρχηγὸς Ἀράβων, Οὔμαρ. Ὁ αὐτὸς οὖν Οὔμαρ ἐπεστράτευσε κατὰ τῆς Παλαιστίνης, καὶ παρακαθίσας ἐν αὐτῇ ἐπολιόρκησεν τὴν Ἱερουσαλὴμ διετῆ χρόνον, καὶ παρέλαβεν αὐτὴν δόλῳ. Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἐπίσκοπος, θείῳ κινούμενος ζήλῳ καὶ ἀγχινοίᾳ διαπρέπων, λόγον ἔλαβεν παρ' αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν τῆς πάσης Παλαιστίνης ἀσφαλέστατον, ὥστε ἀκαθαιρέτους μεῖναι τὰς ἐκκλησίας καὶ ἀπορθήτους. Τοῦτον ἰδὼν ὁ Σωφρόνιος ἔφη· "Ἐπ' ἀληθείας τοῦτό ἐστιν τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ." Οὗτος τὸν ναὸν ἐζήτησεν τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, πρὸς τὸ ποιῆσαι αὐτὸν προσκυνητήριον τῆς αὐτοῦ βλασφημίας. Καὶ ἔστι ἕως τῆς σήμερον. 20 Τέταρτος Ἀράβων ἀρχηγός, Οὐθμάν. Οὗτος λαμβάνει τὴν Ἀφρικὴν πολέμῳ, καὶ στοιχήσας φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψεν. Τούτου στρατηγὸς χρηματίζει Μαυίας, ὁ παραλύσας τὸν κολοσσὸν Ῥόδου καὶ πορθήσας Κύπρον τὴν νῆσον καὶ πάσας τὰς πόλεις αὐτῆς. Οὗτος παραλαμβάνει καὶ νῆσον τὴν Ἄραδον, καὶ τὴν πόλιν αὐτῆς ἐνέπρησεν, καὶ τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Οὗτος τὴν νῆσον Ῥόδον καταλαβὼν καθεῖλε τὸν ἐν αὐτῇ κολοσσὸν μετὰ χίλια τξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός τις ἔμπορος ὠνησάμενος Ἐδεσσηνός, ʹ καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. Οὗτος ὁ Μαυίας ἐπεστράτευσε καὶ κατὰ Κωνσταντινουπόλεως, καὶ ἐλυμήνατο τήν τε Ἔφεσον καὶ Ἁλικαρνασσὸν καὶ Σμύρνην καὶ τὰς λοιπὰς πόλεις Ἰωνίας, ὃς καὶ γέγονεν τῶν Ἀράβων ἀρχηγὸς πέμπτος μετὰ τὴν Οὐθμὰν τελευτὴν ἔτη εἴκοσι τέσσαρα. 21 Ἐκ τοῦ Χρονικοῦ Θεοφάνους· ἔτος ἀπὸ κτίσεως κόσμου ροαʹ. Ἰστέον, ὅτι πρὸς τῇ τελευτῇ Μαυίου, τῶν Ἀράβων ἀρχηγοῦ, εἰσῆλθον οἱ Μαρδαῗται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως, καὶ