1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

45

τὰ προρρηθέντα πάκτα διὰ τὸ εἶναι, καθὼς προείρηται, νήπιον παντελῶς τὸν ἀδελφὸν αὐτοῦ, τὸν Ἀπελμουζέ. Ὅτι τοῦ Ἀβδεραχεὶμ τελευτήσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, Ἀπελμουζὲ ὡς νηπίου καταφρονηθέντος, ἐκράτησεν τὸ κάστρον τὸ Μανζικίερτ καὶ τὰς ὑπ' αὐτῷ προρρηθείσας χώρας ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ὁ προλεχθεὶς Ἀπολεσφούετ, θεῖος δὲ τοῦ Ἀβδεραχεὶμκαὶ τοῦ διὰ τὴν νηπιότητα καταφρονηθέντος ἀδελφοῦ αὐτοῦ, τοῦ Ἀπελμουζέ. Ὅτι τοῦ Ἀπολεσφούετ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ἤγουν ὁ Ἀποσέλμης τὸ κάστρον τὸ Μανζικίερτ μετὰ τῶν χωρίων τῶν προρρηθέντων. Ὁ δὲ προρρηθεὶς Ἀχάμετ ὁ καὶ ἀνεψιὸς καὶ προγονὸς τοῦ Ἀπολεσφούετ, ἐκράτει εἰδήσει καὶ βουλήσει τοῦ Ἀπολεσφούετ τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί· καὶ γὰρ ὁ Ἀπολεσφούετ υἱὸν μὴ ἔχων, καθὼς προείρηται, τοῦτον τὸν Ἀχάμετ, τόν τε ἀνεψιὸν καὶ προγονὸν αὐτοῦ, εἶχεν κληρονόμον πάσης αὐτοῦ τῆς ὑποστάσεως καὶ τῶν κάστρων καὶ τῶν χωρίων αὐτοῦ. Ὅτι τελευτήσαντος τοῦ Ἀποσέλμη, ἐκράτησεν τὸ κάστρον τὸ Μανζικίερτ ὁ υἱὸς αὐτοῦ, ὁ Ἀπελβὰρτ μετὰ καὶ τῆς περιχώρου αὐτοῦ. Ὁ δὲ Ἄχμετ ἐκράτησεν τὰ τρία κάστρα, τό τε κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ. Ὅτι καὶ αὐτὸς ὁ Ἄχμετ δοῦλος ἦν τοῦ βασιλέως, καθὰ καὶ προείρηται, παρέχων καὶ τὰ ὑπὲρ αὐτοῦ καὶ τὰ ὑπὲρ τοῦ θείου αὐτοῦ, τοῦ Ἀπολεσφούετ, πάκτα. Ὁ δὲ Ἀπελβὰρτ μετὰ δόλου καὶ χλεύηςαὐτὸν ἔσφαξεν, καὶ ἀνελάβετο τὰ τρία αὐτὰ κάστρα, τό τε κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ· καὶ ταῦτα ὀφείλει ὁ βασιλεὺς ἀναλαβέσθαι ὡς ἴδια αὐτοῦ τυγχάνοντα. Ὅτι ταῦτα πάντα τὰ προρρηθέντα κάστρα καὶ αἱ προρρηθεῖσαι χῶραι οὐδέποτε γεγόνασιν ὑπὸ τὴν ἐξουσίαν τῆς Περσίδος ἢ ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀμερμουμνῆ, ἀλλ' ὑπῆρχον, καθὼς εἴρηται, ἐν ταῖς ἡμέραις τοῦ κυροῦ Λέοντος, τοῦ βασιλέως ὑπὸ τὴν ἐξουσίαν τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ μετὰ ταῦτα ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν τῶν τριῶν ἀδελφῶν, τῶν προρρηθέντων ἀμηράδων, τοῦ τε Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη· καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καὶ ἐδουλώθησαν καὶ ἐπακτώθησαν καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν τῶν βασιλέων τῶν Ῥωμαίων. Ὅτι τὰ τρία ταῦτα κάστρα, τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί, εἰ κρατεῖ ὁ βασιλεύς, Περσικὸν φοσσᾶτον κατὰ Ῥωμανίας ἐξελθεῖν οὐ δύναται, ἐπειδὴ μέσον τυγχάνουσιν τῆς τε Ῥωμανίας καὶ Ἀρμενίας, καὶ εἰσὶν φραγμὸς καὶ ἀπλίκτα τῶν φοσσάτων. 45 Περὶ τῶν Ἰβήρων. Ἰστέον, ὅτι ἑαυτοὺς σεμνύνοντες οἱ Ἴβηρες, ἤγουν οἱ τοῦ κουροπαλάτου, λέγουσιν ἑαυτοὺς κατάγεσθαι ἀπὸ τῆς γυναικὸς Οὐρίου, τῆς παρὰ τοῦ ∆αυίδ, τοῦ προφήτου καὶ βασιλέως μοιχευθείσης· ἐκ γὰρ τῶν ἐξ αὐτῆς τεχθέντων παίδων τῷ ∆αυὶδ ἑαυτοὺς λέγουσιν κατάγεσθαι καὶ συγγενεῖς εἶναι ∆αυίδ, τοῦ προφήτου καὶ βασιλέως καὶ ὡς ἐκ τούτου καὶ τῆς ὑπεραγίας Θεοτόκου διὰ τὸ ἐκ τοῦ σπέρματος ∆αυὶδ ταύτην κατάγεσθαι. ∆ιὰ τοῦτο καὶ οἱ μεγιστᾶνες τῶν Ἰβήρων ἀκωλύτως τὰς συγγενίδας αὐτῶν πρὸς γάμον ἄγουσιν, τὴν παλαιὰν οἰόμενοι φυλάττειν νομοθεσίαν· ἐξ Ἱερουσαλήμ τε λέγουσιν εἶναι τὴν γέννησιν αὐτῶν, καὶ ἐκ τῶν ἐκεῖσε χρηματισθῆναι κατ' ὄναρ μετελθεῖν καὶ κατοικῆσαι πρὸς τὰ μέρη Περσίδος, ἤγουν εἰς τὴν χώραν, εἰς ἣν νῦν οἰκοῦσιν. Οἱ δὲ χρηματισθέντες καὶ ἐξελθόντες ἐκ τῆς Ἱερουσαλὴμ ὑπῆρχον ὅ τε ∆αυὶδ ἐκεῖνος καὶ ὁ ἀδελφὸς αὐτοῦ, Σπανδιάτης, ὅστις Σπανδιάτης ἦν ἐκ Θεοῦ λαβὼν χάρισμα, ὡς αὐτοὶ φάσκουσιν, τοῦ μὴ ἐν πολέμῳ ἅπτεσθαι αὐτοῦ ξίφος εἰς οἱονδήποτε μέλος τοῦ σώματος αὐτοῦ ἄνευ τῆς καρδίας, ἣν καὶ διά τινος σκεπάσματος ἐν τοῖς πολέμοις περιεφρούρει. ∆ιὰ τοῦτο καὶ ἐπτοοῦντο τοῦτον καὶ ἐδεδίεισαν οἱ Πέρσαι, ὁ δὲ νενίκηκέ τε αὐτοὺς καὶ αὐτῶν κατεκράτησεν, καὶ τοὺς συγγενεῖς ἐνῴκισεν Ἴβηρας εἰς τὰς δυσκολίας, τὰς νῦν παρ' αὐτῶν κρατουμένας, ἐξ ὧν καὶ κατ' ὀλίγον ἐπλατύνθησαν καὶ ηὐξήθησαν καὶ εἰς μέγα ἔθνος ἐγένοντο. Εἶθ' οὕτως τοῦ βασιλέως Ἡρακλείου κατὰ Περσίδος ἐκστρατεύσαντος, ἡνώθησαν καὶ συνεταξίδευσαν αὐτῷ,