1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

18

ἡνίκα ὑπέστρεφεν εἰς τὴν ἑαυτοῦ ἐξουσίαν, ἤγουν εἰς Πάπιαν, κατήντησεν εἰς τὸ κάστρον Πλαζέντα, τὸ ὂν ἀπὸ τριάκοντα μιλίων τῆς Παπίας. Κἀκεῖσε μὲν οὗτος τελευτᾷ, ἔτεκεν δὲ υἱόν, ὀνόματι Ἀδέλβερτον, ὃς ἔγημεν γυναῖκα τὴν μεγάλην Βέρταν, καὶ ἐξ αὐτῆς τὸν προρρηθέντα ῥῆγα, τὸν Οὔγωνα ἔτεκεν. Μετὰ δὲ τὸ τελευτῆσαι τὸν μέγαν Λωθάριον Λοδόϊκος, ὁ ἴδιος τοῦ Λοδοΐκου, ἀπὸ τῆς μεγάλης Φραγγίας ἐλθών, ἐκράτησεν τὴν Πάπιαν. Καὶ ἦν μὲν ἄστεπτος. Ὕστερον δὲ ἦλθεν εἰς Βερῶναν, εἰς τὸ κάστρον, τὸ ὂν ἀπὸ ρκʹ μιλίων τῆς Παπίας, καὶ ἐλθόντος αὐτοῦ ἐκεῖσε, ἐπανέστησαν αὐτῷ οἱ τοῦ αὐτοῦ κάστρου, καὶ κρατήσαντες ἐτύφλωσαν. Καὶ τότε ἐκράτησεν Βεριγγέριος, ὁ πάππος τοῦ νυνὶ Βεριγγέρη, καὶ εἰσελθὼν ἐν Ῥώμῃ ἐστέφθη. Καὶ μετὰ τοῦτο ἐδηλοποίησεν λαὸς πολὺς τῷ Ῥοδούλφῳ εἰς Βεργώνιαν ὄντι, λέγοντες, ὅτι· "Ἐλθὲ ἐνταῦθα, καὶ παραδίδομέν σοι τὸ ῥηγᾶτον καὶ ἀποκτενοῦμεν τὸν Βεριγγέριον." Ὁ δὲ ἦλθεν ἀπὸ Βεργώνιαν πρὸς τὰ μέρη τῆς Παπίας, καὶ ὁ μὲν ἥμισυς λαὸς ἦν μετὰ τοῦ Βεριγγέρη, ὁ δὲ λοιπὸς μετὰ τοῦ Ῥοδούλφου. Καὶ πολεμήσαντες, ἐνίκησεν ὁ Βεριγγέρης τὸν πρῶτον πόλεμον, καὶ πάλιν πολεμήσαντες, ἐνίκησεν ὁ Ῥοδοῦλφος. Καὶ ἔφυγεν ὁ λαὸς τοῦ Βεριγγέρη, καὶ μόνος καταλειφθεὶς ὁ Βεριγγέρης ἐποίησεν ἑαυτὸν ὡς τεθνεῶτα, καὶ ἔπεσεν μέσον τῶν τεθνεώτων, σκεπάσας αὑτὸν μετὰ τῆς δόρκας αὐτοῦ, τὸν δὲ πόδα αὐτοῦ εἶχεν ἔξω. Ἐλθὼν δὲ εἷς ἐκ τῶν στρατιωτῶν τοῦ Ῥοδούλφου, δέδωκεν αὐτῷ μετὰ μεναύλου εἰς τὸν πόδα, αὐτὸς δὲ τὸ σύνολον οὐκ ἐσαλεύθη· τοῦ δὲ μὴ σαλευθέντος, ἀφίησεν αὐτὸν ὡς δῆθεν νεκρὸν ὄντα. Ἠγνόει δὲ ὁ τοῦ Ῥοδούλφου λαός, ὅτι ὁ Βεριγγέρης ἐστίν. Καὶ παύσαντος τοῦ πολέμου, ἠγέρθη ὁ Βεριγγέρης καὶ ἦλθεν εἰς τὸ παλάτιον αὐτοῦ μόνος, καὶ πάλιν ἐκράτησεν τῆς βασιλείας, καὶ ἐπολέμησεν τὸν Ῥοδοῦλφον καὶ ἐνίκησεν αὐτόν. Μετὰ δὲ τοῦτο συνεβιβάσθησαν εἰς ἀλλήλους, καὶ ἐμερίσθησαν τὴν χώραν εἰς δύο· καὶ ὁ μὲν εἷς ἀνελάβετο τὸ ἓν μέρος τῆς χώρας, ὁ δὲ ἕτερος τὸ ἕτερον. Ἦν δὲ ὁ Ῥοδοῦλφος ὑπὸ τὴν βουλὴν καὶ ἐξουσίαν τοῦ Βεριγγέρη. Καὶ μετὰ τοῦτο ἦλθον ἀπὸ Βεργώνιαν τρεῖς μαρκήσιοι πρὸς Πάπιαν τοῦ ἐκδιῶξαι τοὺς κρατοῦντας καὶ κρατῆσαι αὐτοί· ἦσαν δὲ οὗτοι· Οὔγων ὁ Ταλιαφέρνου καὶ Βόζος καὶ Οὔγων, ὁ ἀδελφὸς τοῦ Βόζου, ὁ προρρηθεὶς εὐγενέστατος ῥήξ. Ἦλθεν δὲ μετὰ λαοῦ ἱκανοῦ. Καὶ μαθὼν ὁ Βεριγγέρης ἡτοιμάσθη, καὶ ἀπῆλθεν εἰς συνάντησιν αὐτοῦ πρὸς πόλεμον, καὶ παρακαθίσας ἐστενοχώρησεν αὐτοὺς ἀπὸ λιμοῦ, καὶ ὥρισεν τὸν λαὸν αὐτοῦ τοῦ μὴ φονεύειν τινά, ἀλλ' ὅπου ἂν κρατήσωσί τινα ἐξ αὐτῶν, κόπτωσιν τὴν ῥῖνα αὐτοῦ καὶ τὰ δύο ὠτία καὶ ἀπολύωσιν, ὃ δὴ καὶ ἐποίουν. Θεασάμενοι οὖν τοῦτο αἱ προρρηθεῖσαι τρεῖς κεφαλαί, ἄραντες ἀνυπόδετοι τὰ θεῖα εὐαγγέλια εἰς τὰς χεῖρας αὐτῶν, ἦλθον πρὸς τὸν Βεριγγέρην, αἰτούμενοι συγχώρησιν καὶ ὀμνύοντες τοῦ μηκέτι ἐλθεῖν ἐνθάδε μέχρι τέλους ζωῆς αὐτοῦ, καὶ τότε εἴασεν αὐτοὺς ἀπελθεῖν εἰς τὴν ἰδίαν χώραν. Ὕστερον δὲ τοῦ Βεριγγέρη ἀπελθόντος εἰς Βερῶναν, ἀπέκτεινεν αὐτὸν Φαλεμβέρτος, ὁ σύντεκνος αὐτοῦ, καὶ τότε ἐκράτησεν ὅλον τὸ ῥηγᾶτον ὁ Ῥοδοῦλφος. Καὶ μετὰ τοῦτο ἐμήνυσεν ὁ λαὸς τῆς χώρας ὅλης εἰς Βεργώνιαν τῷ Οὔγωνι, τῷ προρρηθέντι ῥηγί, λέγοντες, ὅτι· "Ἐλθέ, καὶ παραδίδομέν σοι τὴν χώραν." Καὶ ἐλθόντος αὐτοῦ, ἐπῆρεν αὐτὸν ὁ λαός, καὶ ἀπήγαγον εἰς τὸ παλάτιον, καὶ ἀπεκατέστησεν αὐτὸν ῥῆγα. Τὸν δὲ Ῥοδοῦλφον εἶπον, ὅτι· "Ἄπελθε μετὰ τοῦ πλούτου σου, θέλῃς,εἰς τὴν χώραν σου, θέλῃς, ἀλλαχοῦ." Ὁ δὲ ἀπῆλθεν εἰς Βεργώνιαν, εἰς τὴν χώραν αὐτοῦ, καὶ κατεῖχεν ἐκεῖσε λαὸν ἱκανόν. Καὶ τελευτήσαντος αὐτοῦ, ἀπῆλθεν Οὔγων, ὁ προρρηθεὶς ῥήξ, εἰς Βεργώνιαν, καὶ τὴν γυναῖκα τοῦ Ῥοδούλφου, ἥτις καὶ Βέρτα ὠνομάζετο, ἔλαβεν εἰς γυναῖκα. Τὴν δὲ θυγατέρα αὐτῆς, ὀνόματι Ἀδέλεσαν, δέδωκεν Λωθαρίῳ, τῷ υἱῷ αὐτοῦ, τῷ νυνὶ ὄντι Ἰταλίας ῥηγί. Ἡ δὲ ἀνελθοῦσα ἐν Κωνσταντινουπόλει καὶ συναφθεῖσα Ῥωμανῷ τῷ πορφυρογεννήτῳ, υἱῷ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, ἤτοι ἡ θυγάτηρ τοῦ αὐτοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος, ἣ ὠνομάζετο