1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

20

Λαγουβαρδία, ἔτη σʹ. Ὑπῆρχον δὲ ἀδελφοὶ δύο, ὁ Σίκων καὶ ὁ Σίκαρδος. Καὶ ὁ μὲν Σίκων ἐκράτησε τὴν Βενεβενδὸν καὶ τὰ μέρη τῆς Βάρεως καὶ τῆς Σιπενδοῦ, ὁ δὲ Σίκαρδος τὸ Σαλερινὸν καὶ τὴν Κάπυαν καὶ τὰ μέρη τῆς Καλαβρίας. Ἡ δὲ Νεάπολις ἦν ἀρχαῖον πραιτώριον τῶν κατερχομένων πατρικίων, καὶ ὁ κρατῶν τὴν Νεάπολιν κατεῖχεν καὶ τὴν Σικελίαν, καὶ ἡνίκα κατέλαβεν ὁ πατρίκιος ἐν Νεαπόλει, ἀπήρχετο ὁ δοὺξ Νεαπόλεως ἐν Σικελίᾳ. Ἡ δὲ Κάπυα ἦν πόλις ὑπερμεγέθης, καὶ ἑάλω ὑπὸ τῶν Οὐανδήλων, ἤτοι τῶν Ἀφρικῶν, καὶ κατέλυσαν αὐτήν. Ἐρημοκάστρου δὲ οὔσης, ᾤκουν ἐν αὐτῇ οἱ Λαγούβαρδοι. Καὶ πάλιν τῶν Ἀφρικῶν ἐπερχομένων κατ' αὐτῶν, ᾠκοδόμησεν ὁ ἐπίσκοπος Λανδοῦλφος κάστρον εἰς τὴν γέφυραν τοῦ ποταμοῦ, καὶ ἐπωνόμασεν αὐτὸ Κάπυαν νέαν, τὴν καὶ νῦν οὖσαν. Ἀφ' οὗ δὲ ἐκτίσθη ἡ αὐτὴ Κάπυα, εἰσὶν ἔτη ογʹ. Ἡ δὲ Νεάπολις καὶ ἡ Ἀμάλφη καὶ ἡ Συρεντὸς ὑπῆρχον ἀεὶ ὑπὸ τὸν βασιλέα Ῥωμαίων. Ἰστέον, ὅτι μαστρομίλης ἑρμηνεύεται τῇ Ῥωμαίων διαλέκτῳ "κατεπάνω τοῦ στρατοῦ". Ἰστέον, ὅτι πρὸ τοῦ περᾶσαι τοὺς Βενετίκους καὶ οἰκῆσαι εἰς τὰ νησία, εἰς ἃ νῦν οἰκοῦσιν, ἐκαλοῦντο Ἑνετικοί, καὶ κατῴκουν εἰς τὴν ξηρὰν εἰς αὐτὰ τὰ κάστρα· κάστρον Κόγκορδα, κάστρον Ἰουστινιάνα, κάστρον τοῦ Νούνου καὶ ἕτερα πλεῖστα κάστρα. Ἰστέον, ὅτι περασάντων τῶν νῦν καλουμένων Βενετίκων, πρῶτον δὲ Ἑνετικῶν, ἔκτισαν ἐν πρώτοις κάστρον ὀχυρόν, ἐν ᾧ καὶ σήμερον καθέζεται ὁ δοὺξ Βενετίας, ἔχον κυκλόθεν θάλασσαν ὡσεὶ μιλίων ἕξ, εἰς ἣν καὶ εἰσέρχονται ποταμοὶ κζʹ. Ὑπάρχουσι δὲ καὶ νῆσοι κατὰ ἀνατολὰς τοῦ αὐτοῦ κάστρου. Ἔκτισαν δὲ καὶ ἐν ταῖς αὐταῖς νήσοις οἱ νῦν Βενέτικοι καλούμενοι κάστρα· κάστρον Κογράδον, ἐν ᾧ καὶ μητρό πολις ἔστιν μεγάλη καὶ πολλὰ λείψανα ἁγίων ἐν ταύτῃ ἀπόκεινται· κάστρον Ῥιβαλενσῆς, κάστρον Λουλιανόν, κάστρον Ἄψανον, κάστρον Ῥωματινά, κάστρον Λικεντζία, κάστρον Πίνεται, ὅπερ λέγεται Στρόβιλος, κάστρον Βινίολα, κάστρον Βόες, ἐν ᾧ ὑπάρχει ναὸς τοῦ ἁγίου ἀποστόλου Πέτρου, κάστρον Ἠλιτούαλβα, κάστρον Λιτουμαγκέρσης, κάστρον Βρόνιον, κάστρον Μαδαῦκον, κάστρον Ἡβόλα, κάστρον Πριστῆναι, κάστρον Κλουγία, κάστρον Βροῦνδον, κάστρον Φοσαῶν, κάστρον Λαυριτῶν. Ἰστέον, ὅτι εἰσὶ καὶ ἕτεραι νῆσοι ἐν τῇ αὐτῇ χώρᾳ Βενετίας. Ἰστέον, ὅτι καὶ ἐν τῇ στερεᾷ εἰς τὸ μέρος τῆς Ἰταλίας ὑπάρχουσι κάστρα τῶν Βενετίκων, ἅτινά εἰσιν ταῦτα· κάστρον Κάπρε, κάστρον Νεόκαστρον, κάστρον Φινές, κάστρον Αἴκυλον, κάστρον Ἀειμάνας, ἐμπόριον μέγα τὸ Τορτζελῶν, κάστρον Μουράν, κάστρον Ῥίβαλτον, ὃ ἑρμηνεύεται "τόπος ὑψηλότατος", ἐν ᾧ καθέζεται ὁ δοὺξ Βενετίας, κάστρον Καβερτζέντζης. Ἰστέον, ὅτι καὶ ἐμπόρια εἰσὶ καὶ καστέλλια. 28 ∆ιήγησις, πῶς κατῳκίσθη ἡ νῦν καλουμένη Βενετία. Ἰστέον, ὅτι ἡ Βενετία τὸ μὲν παλαιὸν ἦν τόπος ἔρημός τις ἀοίκητος καὶ βαλτώδης. Οἱ δὲ νῦν καλούμενοι Βενέτικοι ὑπῆρχον Φράγγοι ἀπὸ Ἀκουϊλεγίας καὶ ἀπὸ τῶν ἑτέρων τόπων τῆς Φραγγίας, καὶ κατῴκουν εἰς τὴν ξηρὰν ἄντικρυ τῆς Βενετίας. Τοῦ δὲ Ἀττίλα, τοῦ βασιλέως τῶν Ἀβάρων, ἐλθόντος καὶ πάσας τὰς Φραγγίας καταληϊσαμένου καὶ ἀφανίσαντος, ἤρξαντο φεύγειν μὲν πάντες οἱ Φράγγοι ἀπὸ Ἀκουϊλεγίας καὶ ἀπὸ τῶν ἑτέρων τῆς Φραγγίας κάστρων, ἔρχεσθαι δὲ πρὸς τὰς ἀοικήτους νήσους τῆς Βενετίας καὶ ποιεῖν ἐκεῖσε καλύβια διὰ τὸν τοῦ βασιλέως Ἀττίλα φόβον. Αὐτοῦ οὖν τοῦ βασιλέως Ἀττίλα ληϊσαμένου πᾶσαν τὴν χώραν τῆς ξηρᾶς καὶ μέχρι Ῥώμης καὶ Καλαβρίας ἐλθόντος καὶ τὴν Βενετίαν μακρόθεν καταλιπόντος, ἄδειαν εὑρόντες οἱ προσπεφευγότες ἐν ταῖς νήσοις τῆς Βενετίας καὶ οἷον τὴν δειλίαν ἀποσεισάμενοι, ἅπαντες ἐβουλεύσαντο τοῦ κατοικῆσαι ἐκεῖσε, ὅπερ καὶ ἐποίησαν, κατοικήσαντες ἐκεῖσε μέχρι τῆς σήμερον. Μετὰ δὲ τὸ ἀναχωρῆσαι τὸν Ἀττίλαν, μετὰ χρόνους πολλοὺς παρεγένετο πάλιν Πιπῖνος ὁ ῥήξ, ὃς ἦρχε τότε τῆς τε Παπίας καὶ ἑτέρων ῥηγάτων. Εἶχεν γὰρ οὗτος ὁ Πιπῖνος ἀδελφοὺς τρεῖς, οἵτινες ἦρχον πασῶν τῶν Φραγγιῶν καὶ Σκλαβηνιῶν. Τοῦ δὲ ῥηγὸς Πιπίνου ἐλθόντος κατὰ τῶν Βενετίκων μετὰ δυνάμεως καὶ λαοῦ πολλοῦ, παρεκάθισεν διὰ τῆς ξηρᾶς ἐκεῖθεν τοῦ περάματος