1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

57

Ἡμερίου πεισθείς, δέδωκεν τὴν τοῦ τοιούτου κατεπάνω ἐξουσίαν τῷ πρωτοσπαθαρίῳ Εὐσταθίῳ καὶ ἐκ προσώπου. Τοῦ δὲ μακαρίου βασιλέως τὸν βίον ἀπὸ τῶν κάτω πρὸς τὰ ἄνω μετηλλαχότος, Ἀλέξανδρος, ὁ ἀδελφὸς αὐτοῦ, τῆς αὐτοκράτορος ἀρχῆς ἐγκρατὴς γεγονώς, ὡς πάντας τοὺς ὑπὸ τοῦ μακαρίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ προβληθέντας ἔν τισιν ἀρχαῖς διεδέξατο, χαιρεκάκοις καὶ κακοβούλοις ἀνδράσιν πεισθείς, οὕτω δὴ καὶ τὸν προρρηθέντα Εὐστάθιον διεδέξατο, καὶ ἀντ' αὐτοῦ πεποίηκεν ἕτερον. Ὁ γὰρ Χασὲ ἐκεῖνος, ὁ ἐκ Σαρακηνῶν τῷ γένει ὁρμώμενος, Σαρακηνὸς δὲ τῷ ὄντι τῇ γνώμῃ καὶ τῷ τρόπῳ καὶ τῇ λατρείᾳ διατελῶν, ὁ τοῦ πατρικίου ∆αμιανοῦ δοῦλος, ἐπεὶ πολλὴν παρρησίαν εἶχεν τῷ τότε καιρῷ ὁ πρωτοσπαθάριος οὗτος Χασὲ πρὸς τὸν κύριν Ἀλέξανδρον, τὸν βασιλέα, ὡσαύτως καὶ ὁ πρωτοσπαθάριος Νικήτας, ὁ ἀδελφὸς τοῦ Χασέ, ὁ καὶ τῶν Κιβυρραιωτῶν στρατηγὸς γεγονὼς παρὰ αὐτοῦ τοῦ κυροῦ Ἀλεξάνδρου βασιλέως, ὁ Νικήτας οὖν οὗτος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος Χασέ, τὸν βασιλέα ᾐτήσατο, ὅτι· "Ὡς ἀρχαῖόν σου φίλον εὐεργετεῖν με πρέπον ἐστίν, ἓν δὲ πρὸς τὴν βασιλείαν σου αἴτημα ἔχω, καὶ δίκαιόν ἐστιν εἰσακοῦσαί μου". Τοῦ δὲ βασιλέως διαπορουμένου καὶ ἀντερωτῶντος, τί ἂν εἴη τοῦτο τὸ αἴτημα, καὶ ὅπερ ἐάν ἐστιν, ὑπακοῦσαι ὑποσχομένου, ὁ προρρηθεὶς Νικήτας ᾐτήσατο, ὅτι· "Τὸν υἱόν μου, αἰτοῦμαι, ἵνα ποιήσῃ ἡ βασιλεία σου κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας", οὕτινος ὁ βασιλεὺς τῇ αἰτήσει πεισθείς, ἐπὶ προελεύσεως εἰσαγαγὼν ἐπὶ τοῦ Χρυσοτρικλίνου τὸν υἱὸν τοῦ πρωτοσπαθαρίου Νικήτα, τὸν σπαθαροκανδιδᾶτον Ἀβέρκιον, προεβάλετο αὐτὸν κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας, καθὼς καὶ ὁ μακάριος Λέων ὁ βασιλεὺς πρότερον Σταυράκιον τὸν Πλατὺν ἐπονομαζόμενον. Καὶ ὁ ἐξ ἀρχῆθεν παλαιὸς ἔχων τύπος, καθὼς ἐν ἀρχαῖς εἴρηται, ὑπὸ τοῦ βασιλέως προβάλλεσθαι τὸν κατεπάνω Μαρδαϊτῶν. Ἰστέον, ὅτι ἐπὶ βασιλέως τοῦ Θεοφίλου παρακοιμώμενος γέγονεν Σχολαστίκιος ὀστιάριος, ἐπὶ δὲ Μιχαήλ, υἱοῦ Θεοφίλου, παρακοιμώμενος ∆αμιανὸς πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ γέγονεν παρακοιμώμενος Βασίλειος, ὁ φιλόχριστος βασιλεύς. Ἐπὶ δὲ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, παρακοιμώμενος οὐ γέγονεν δι' ὅλης τῆς αὐτοῦ βασιλείας. Ἐπὶ δὲ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, παρακοιμώμενος γέγονεν Σαμωνᾶς ὁ πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ βασιλέως γέγονεν Κωνσταντῖνος πατρίκιος. Ἐπὶ δὲ Ἀλεξάνδρου βασιλέως γέγονεν παρακοιμώμενος πατρίκιος Βαρβᾶτος, ἐπὶ δὲ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, γέγονεν πάλιν Κωνσταντῖνος πατρίκιος, ὁ προρρηθεὶς ἐπὶ Λέοντος δεσπότου, ἐπὶ δὲ Ῥωμανοῦ δεσπότου Θεοφάνης πατρίκιος, ἐπὶ δὲ Κωνσταντίνου πάλιν τὸ δεύτερον γέγονεν Βασίλειος πατρίκιος. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασιλέως, ἦν ὁ Κτενᾶς ἐκεῖνος γέρων, κληρικὸς πάνυ πλούσιος, ὅστις ἦν καὶ δομέστικος εἰς τὴν Νέαν Ἐκκλησίαν, ὑπῆρχεν δὲ τεχνίτης εἰς τὸ ᾆσμα, οἷος τῷ τότε καιρῷ ἕτερος οὐκ ἦν. Ὁ δὲ αὐτὸς Κτενᾶς τὸν πατρίκιον Σαμωνᾶν ἐδυσώπησεν, τῷ τότε καιρῷ παρακοιμωμένου αὐτοῦ ὄντος, μεσιτεῦσαι αὐτὸν εἰς τὸν βασιλέα τοῦ γενέσθαι πρωτοσπαθάριον καὶ φορεῖν ἐπικούτζουλον καὶ προέρχεσθαι εἰς τὸν Λαυσιακὸν καὶ καθέζεσθαι ὡς πρωτοσπαθάριον καὶ ῥογεύεσθαι αὐτὸν λίτραν μίαν καὶ ὑπὲρ τῆς τοιαύτης ἀντιλήψεως δοῦναι τῷ βασιλεῖ λίτρας τεσσαράκοντα. Ὁ δὲ βασιλεὺς οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, λέγων τῶν ἀδυνάτων τυγχάνειν, καί· "Εἰς μεγάλην ἀδοξίαν τῆς βασιλείας μου κληρικὸν γενέσθαι πρωτοσπαθάριον." Ἀκούσας δὲ ὁ αὐτὸς Κτενᾶς παρὰ τοῦ πατρικίου Σαμωνᾶ ταῦτα, προσέθηκεν εἰς τὰς τεσσαράκοντα λίτρας καὶ σχολαρίκια ζυγὴν μίαν, ἐκτιμηθεῖσαν λίτρας δέκα καὶ τραπεζίου ἀσήμιν ἔνζῳδον διάχρυσον ἀνάγλυφον, ἐκτιμηθὲν καὶ αὐτὸ λίτρας δέκα. Καὶ δυσωπηθεὶς ὁ βασιλεὺς τῇ παρακλήσει τοῦ πατρικίου Σαμωνᾶ καὶ παρακοιμωμένου, ἀνελάβετο τὰς τεσσαράκοντα τοῦ χρυσίου λίτρας καὶ τὴν ζυγὴν τὰ σχολαρίκια καὶ τοῦ τραπεζίου τὸ