1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

17

μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ ἀμύνεσθαι τὸν οἱονδήποτε πολέμιον. Ἐπὶ ταύταις ταῖς ὁμολογίαις Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες, τὴν Λιβύην κατῴκησαν ἀπὸ τοῦ Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. Οἱ δὲ Ἰσίγοτθοι ἀναστάντες ἀπὸ Γαλλίας, ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. Τινὲς δὲ τῆς συγκλήτου Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγειλαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην αὐτοῖς ἀποστείλαντος. Ἡ δὲ Πλακιδία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον προτρεπτικὸν μεθ' ὅρκων ἀπέστειλεν. Τοῦ δὲ Γοτθαρίου τελευτήσαντος, Γηζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος δὲ τὸν λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου ἐλθόντος αὐτῷ ἀπό τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος Ἄσπαρος. Πολέμου δὲ κροτηθέντος πρὸς Γηζέριχον, ἡττήθη ὁ τῶν Ῥωμαίων στρατός. Καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμηνἐλθών, τὴν ὑποψίαν διέλυσεν, ἀποδείξας τὴν ἀλήθειαν. Ἡ δὲ Ἀφρικὴ ὑπὸ Οὐανδήλοις γέγονεν. Τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δουλεύων Ἄσπαρα ζῶν συνελήφθη ὑπὸ Γηζερίχου, ὁ μετὰ ταῦτα βασιλεύσας. Ἰστέον, ὅτι τρεῖς ἀμερμουμνεῖς εἰσιν ἐν ὅλῃ τῇ Συρίᾳ, ἤγουν ἐν τῇ τῶν Ἀράβων ἀρχῇ, ὧν ὁ μὲν πρῶτος καθέζεται ἐν τῷ Βαγδάδ, ἔστιν δὲ ἐκ τῆς τοῦ Μουάμεθ γενεᾶς, ἤτοι τοῦ Μουχούμετ· ὁ δὲ δεύτερος καθέζεται ἐν Ἀφρικῇ, καὶ ἔστι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς καὶ Φατιμέ, τῆς θυγατρὸς Μουάμεθ, ἤτοι τοῦ Μουχούμετ, ἐξ οὗ καὶ Φατεμῖται ὀνομάζονται· ὁ δὲ τρίτος καθέζεται ἐν Ἱσπανίᾳ, ἔστιν δὲ ἀπὸ τῆς γενεᾶς τοῦ Μαυίου. Ἰστέον, ὅτι κατ' ἀρχὰς ἐν τῷ κατακυριεῦσαι τοὺς Σαρακηνοὺς πάσης τῆς Συρίας ἐκαθέσθη ἀμερμουμνῆς εἰς τὸ Βαγδάδ. Ἐδέσποζεν δὲ πάσης τῆς Περσίας καὶ τῆς Ἀφρικῆς καὶ τῆς Αἰγύπτου καὶ τῆς εὐδαίμονος Ἀραβίας. Καὶ εἶχεν ἀμηραδίας μεγάλας, ἤτοι στρατηγίδας ταύτας· πρώτην ἀμηραδίαν τὴν Περσίαν, ἤγουν τὸ Χωρασάν, δευτέραν ἀμηραδίαν τὴν Ἀφρικήν, τρίτην ἀμηραδίαν τὴν Αἴγυπτον, τετάρτην ἀμηραδίαν τὴν Φιλιστίημ, ἤτοι τὸ Ῥάμβλε, πέμπτην ἀμηραδίαν τὴν ∆αμασκόν, ἕκτην ἀμηραδίαν τὸ Χέμψ, ἤτοι τὸ Ἔμεσα, ἑβδόμην ἀμηραδίαν τὸ Χάλεπ, ὀγδόην ἀμηραδίαν τὴν Ἀντιόχειαν, ἐνάτην ἀμηραδίαν τὸ Χαράν, δεκάτην ἀμηραδίαν τὸ Ἔμετ, ἑνδεκάτην ἀμηραδίαν τὴν Ἐσιβή, δωδεκάτην ἀμηραδίαν τὸ Μούσελ, τρισκαιδεκάτην ἀμηραδίαν τὸ Τικρίτ. Τῆς δὲ Ἀφρικῆς ἀποσπασθείσης ἀπὸ τῆς τοῦ ἀμερμουμνῆ ἐν τῷ Βαγδὰδ ἐξουσίας καὶ ἰδιοκρατησάσης καὶ ἀμηρᾶν ἴδιον ἀναγορευσάσης, γέγονεν, καθὼς καὶ προϋπῆρχεν, πρώτη ἀμηραδία ἡ Περσία, δευτέρα ἡ Αἴγυπτος καὶ καθεξῆς αἱ λοιπαί, καθὼς προείρηται. Ἀρτίως δὲ πάλιν τοῦ ἀμερμουμνῆ τοῦ ἐν τῷ Βαγδὰδ ἀδυνατήσαντος, γέγονεν ἰδιόρρυθμος ὁ τῆς Περσίας ἀμηρᾶς, ἤγουν τοῦ Χωρασάν· καὶ ἀπεκάλεσεν ἑαυτὸν ἀμερμουμνῆν, φορῶν καὶ τὸ κουρὰν διὰ πινακιδίων εἰς τὸν τράχηλον αὐτοῦ δίκην μανιακίου. Λέγει δὲ ἑαυτὸν εἶναι ἐκ τῆς γενεᾶς τοῦ Ἀλήμ. Ὁ δὲ ἀμηρᾶς τῆς εὐδαίμονος Ἀραβίας ὑπῆρχεν ἀεὶ καὶπάντοτε ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀμηρᾶ Αἰγύπτου. Γέγονεν δὲ καὶ αὐτὸς ἰδιόρρυθμος, καὶ ἀπεκάλεσεν καὶ αὐτὸς ἑαυτὸν ἀμερμουμνῆν· λέγει δὲ καὶ αὐτὸς ἑαυτὸν εἶναι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς. 26 Ἡ γενεαλογία τοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος. Ἰστέον, ὅτι ὁ ῥὴξ Ἰταλίας, ὁ μέγας Λωθάριος, ὁ πάππος τοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος, ἀπὸ τῆς γενεᾶς τοῦ μεγάλου Καρούλου κατήγετο, περὶ οὗ πολὺς ἔπαινος, ἐγκώμιά τε καὶ διηγήματα καὶ περὶ πολέμους ἀνδραγαθήματα. Οὗτος οὖν ὁ Κάρουλος ἦν μονοκράτωρ πάντων τῶν ῥηγάτων, ἐβασίλευσε δὲ εἰς τὴν μεγάλην Φραγγίαν. Ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ οὐδεὶς τῶν ὑπολοίπων ῥηγῶν ἐτόλμησε ῥῆγα ἑαυτὸν καλέσαι, ἀλλὰ πάντες ὑπῆρχον ὑπόσπονδοι αὐτοῦ, ὅστις χρήματα ἱκανὰ καὶ πλοῦτον ἄφθονον ἐν Παλαιστίνῃ ἀποστείλας, ἐδείματο μοναστήρια πάμπολλα. Ὁ τοίνυν Λωθάριος οὗτος ἀναλαβόμενος τὰ ἑαυτοῦ στρατεύματα, κατὰ Ῥώμης ἐκστρατεύσας, ἀπὸ πολέμου ταύτην ἐκράτησεν, καὶ ἐστέφθη παρὰ τοῦ τότε πάπα. Καὶ