1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

35

Πατζινακιτῶν γενεαί, ἤγουν τὸ θέμα Κουαρτζιτζοὺρ καὶ τὸ θέμα Συρουκαλπέη καὶ τὸ θέμα Βοροταλμὰτ καὶ τὸ θέμα Βουλατζοπόν, κεῖνται πέραν τοῦ ∆ανάπρεως ποταμοῦ πρὸς τὰ ἀνατολικώτερα καὶ βορειότερα μέρη, ἐναποβλέποντα πρός τε Οὐζίαν καὶ Χαζαρίαν καὶ Ἀλανίαν καὶ τὴν Χερσῶνα καὶ τὰ λοιπὰ κλίματα. Αἱ δὲ ἄλλαι τέσσαρες γενεαὶ κεῖνται ἔνθεν τοῦ ∆ανάπρεως ποταμοῦ πρὸς τὰ δυτικώτερα καὶ ἀρκτικώτερα μέρη, τουτέστιν τὸ θέμα Γιαζιχοπὸν πλησιάζει τῇ Βουλγαρίᾳ, τὸ δὲ θέμα τοῦ κάτω Γύλα πλησιάζει τῇ Τουρκίᾳ, τὸ δὲ θέμα τοῦ Χαραβόη πλησιάζει τῇ Ῥωσίᾳ, τὸ δὲ θέμα Ἰαβδιερτὶμ πλησιάζει τοῖς ὑποφόροις χωρίοις χώρας τῆς Ῥωσίας, τοῖς τε Οὐλτίνοις καὶ ∆ερβλενίνοις καὶ Λενζενίνοις καὶ τοῖς λοιποῖς Σκλάβοις. Ἀπῴκισται δὲ ἡ Πατζινακία ἐκ μὲν Οὐζίας καὶ Χαζαρίας ὁδὸν ἡμερῶν πέντε, ἐκ δὲ Ἀλανίας ὁδὸν ἡμερῶν ἕξ, ἀπὸ δὲ Μορδίας ὁδὸν ἡμερῶν δέκα, ἀπὸ δὲ Ῥωσίας ὁδὸν ἡμέρας μιᾶς, ἀπὸ δὲ Τουρκίας ὁδὸν ἡμερῶν τεσσάρων, ἀπὸ δὲ Βουλγαρίας ὁδὸν ἡμέρας τὸ ἥμισυ, καὶ εἰς Χερσῶνα μέν ἐστιν ἔγγιστα, εἰς δὲ τὴν Βόσπορον πλησιέστερον. Ἰστέον, ὅτι κατὰ τὸν καιρόν, ὃν οἱ Πατζινακῖται ἀπὸ τῆς ἰδίας χώρας ἐξεδιώχθησαν, θελήσει τινὲς ἐξ αὐτῶν καὶ οἰκείᾳ γνώμῃ ἐναπέμειναν ἐκεῖσε, καὶ τοῖς λεγομένοις Οὔζοις συνῴκησαν, καὶ μέχρι τοῦ νῦν εἰσιν ἐν αὐτοῖς, ἔχοντες τοιαῦτα γνωρίσματα, ὥστε διαχωρίζεσθαι αὐτοὺς καὶ νοεῖσθαι, τίνες τε ἦσαν, καὶ πῶς αὐτοὺς ἀποσπασθῆναι τῶν ἰδίων συνέβη· τὰ γὰρ ἱμάτια αὐτῶν εἰσιν κόντουρα μέχρι γονάτων καὶ τὰ μανίκια ἀπὸ τῶν βραχιόνων ἀποκεκομμένα, ὡς δῆθεν ἐκ τούτου δεικνύντες, ὅτι ἀπὸ τῶν ἰδίων καὶ ὁμοφύλων ἀπεκόπησαν. Ἰστέον, ὅτι ἔνθεν τοῦ ∆ανάστρεως ποταμοῦ πρὸς τὸ ἀποβλέπον μέρος τὴν Βουλγαρίαν εἰς τὰ περάματα τοῦ αὐτοῦ ποταμοῦ εἰσὶν ἐρημόκαστρα· κάστρον πρῶτον τὸ ὀνομασθὲν παρὰ τῶν Πατζινακιτῶν Ἄσπρον διὰ τὸ τοὺς λίθους αὐτοῦ φαίνεσθαι καταλεύκους, κάστρον δεύτερον τὸ Τουγγάται, κάστρον τρίτον τὸ Κρακνακάται, κάστρον τέταρτον τὸ Σαλμακάται, κάστρον πέμπτον τὸ Σακακάται, κάστρον ἕκτον τὸ Γιαιουκάται. Ἐν αὐτοῖς δὲ τοῖς τῶν παλαιοκάστρων κτίσμασιν εὑρίσκονται καὶ ἐκκλησιῶν γνωρίσματά τινα καὶ σταυροὶ λαξευτοὶ εἰς λίθους πωρίνους, ὅθεν καί τινες παράδοσιν ἔχουσιν, ὡς Ῥωμαῖοί ποτε τὰς κατοικίας εἶχον ἐκεῖσε. Ἰστέον, ὅτι καὶ Κάγγαρ ὀνομάζονται οἱ Πατζινακῖται, ἀλλ' οὐχὶ πάντες, πλὴν ὁ τῶν τριῶν θεμάτων λαός, τοῦ Ἰαβδιηρτὶ καὶ τοῦ Κουαρτζιτζοὺρ καὶ τοῦ Χαβουξιγγυλά, ὡς ἀνδρειότεροι καὶ εὐγενέστεροι τῶν λοιπῶν· τοῦτο γὰρ δηλοῖ ἡ τοῦ Κάγγαρ προσηγορία. 38 Περὶ τῆς γενεαλογίας τοῦ ἔθνους τῶν Τούρκων, καὶ ὅθεν κατάγονται. Ὅτι τὸ τῶν Τούρκων ἔθνος πλησίον τῆς Χαζαρίας τὸ παλαιὸν τὴν κατοίκησιν ἔσχεν εἰς τὸν τόπον τὸν ἐπονομαζόμενον Λεβεδία ἀπὸ τῆς τοῦ πρώτου βοεβόδου αὐτῶν ἐπωνυμίας, ὅστις βοέβοδος τὸ μὲν τῆς κλήσεως ὄνομα Λεβεδίας προσηγορεύετο, τὸ δὲ τῆς ἀξίας, ὡς καὶ οἱ λοιποὶ μετ' αὐτόν, βοέβοδος ἐκαλεῖτο. Ἐν τούτῳ οὖν τῷ τόπῳ, τῷ προρρηθέντι Λεβεδίᾳ, ποταμός ἐστιν ῥέων Χιδμάς, ὁ καὶ Χιγγιλοὺς ἐπονομαζόμενος. Οὐκ ἐλέγοντο δὲ τῷ τότε χρόνῳ Τοῦρκοι, ἀλλὰ Σάβαρτοι ἄσφαλοι ἔκ τινος αἰτίας ἐπωνομάζοντο. Καὶ οἱ μὲν Τοῦρκοι γενεαὶ ὑπῆρχον ἑπτά, ἄρχοντα δὲ εἰς αὐτοὺς εἴτε ἴδιον, εἴτε ἀλλότριόν ποτε οὐκ ἐκτήσαντο, ἀλλ' ὑπῆρχον ἐν αὐτοῖς βοέβοδοί τινες, ὧν πρῶτος βοέβοδος ἦν ὁ προρρηθεὶς Λεβεδίας. Συνῴκησαν δὲ μετὰ τῶν Χαζάρων ἐνιαυτοὺς τρεῖς, συμμαχοῦντες τοῖς Χαζάροις ἐν πᾶσι τοῖς αὐτῶν πολέμοις. Ὁ δὲ χαγάνος ἄρχων Χαζαρίας διὰ τὴν αὐτῶν ἀνδρείαν καὶ συμμαχίαν τῷ πρώτῳ βοεβόδῳ τῶν Τούρκων, Λεβεδίᾳ ἐπονομαζομένῳ, γυναῖκα δέδωκεν πρὸς γάμον Χαζάραν εὐγενῆ διὰ τὸ τῆς ἀνδρείας αὐτοῦ περίφημον καὶ τὸ τοῦ γένους περιφανές, ὅπως ἐξ αὐτοῦ τεκνώσῃ· ὁ δὲ Λεβεδίας ἐκεῖνος ἔκ τινος τύχης μετὰ τῆς αὐτῆς Χαζάρας οὐκ ἐπαιδοποίησεν. Οἱ δὲ Πατζινακῖται, οἱ πρότερον Κάγγαρ ἐπονομαζόμενοι (τοῦτο γὰρ τὸ Κάγγαρ ὄνομα ἐπ' εὐγενείᾳ καὶ ἀνδρείᾳ ἐλέγετο παρ' αὐτοῖς), πρὸς Χαζάρους οὖν οὗτοι κινήσαντες πόλεμον καὶ ἡττηθέντες, τὴν οἰκείαν γῆν καταλεῖψαι καὶ τὴν τῶν Τούρκων