1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

93

θεσπέσιος ∆αβὶδ ἐκ προσώπου τούτων αὐτῶν· "Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καταιγὶς κατ επόντισέ με." Καὶ πάλιν· "Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ." Οὕτω καὶ ἐνταῦθα· νεʹ, νϛʹ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου. Φωνῆς μου ἤκουσας· μὴ φράξῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου, καὶ εἰς τὴν κραυγήν μου. ∆ιδάσκει καὶ ὡς ἔπεισε τὸν φιλάνθρωπον. νζʹ. Ἤγγισας γὰρ, φησὶν, ἐν ἡμέρᾳ, ἦ ἐπ εκαλεσάμην σε, καὶ εἶπάς μοι, Μὴ φοβοῦ. Ἀπό χρη δὲ εἰς παραψυχὴν καὶ ὁ βραχὺς οὗτος λόγος. Εἶτα διδάσκει, ὡς αὐτοῖς καὶ τοῖς δυσμενέσι δικαίως δικάσας, ἐκείνους μὲν δουλείᾳ παρέδωκεν, αὐτοὺς δὲ ἐλευθερίας ἠξίωσεν. Αἰτήσας δὲ τοῖς δυσσεβέσι πο λεμίοις τὸν ὄλεθρον, τὸν τρίτον πεπλήρωκε θρῆ νον. ΚΕΦΑΛ. ∆ʹ. αʹ. Πῶς ἠμαυρώθη χρυσίον, ἠλλοιώθη τὸ ἀρ γύριον τὸ ἀγαθόν· ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ' ἀρχῆς πασῶν διεξόδων; Ταύταις ἀπεικάζει ταῖς ὕλαις τὴν τῶν προγόνων εὐσέβειαν, καὶ θρηνεῖ τῶν ἐγγόνων τὴν γεγενημένην μεταβολήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· βʹ. Οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι, οἱ ἐπηρμένοι, οἱ ὑπὲρ χρυσίον· πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως; Τοῦτο καὶ διὰ τοῦ θείου Ἡσαΐου προείρηκεν ὁ ∆εσπότης· "Ὅτι ἔσονται ἄχρηστοι, ὡς κεράμιον συντριβὲν εἰς λεπτὰ ἐν οἷς οὐκ ἔστιν ὕδωρ ἀρύσασθαι, ἢ πῦρ λαβεῖν ἀπὸ καύστρας." γʹ. Καί γε δράκοντες ἐξεδύσαντο μασθοὺς, ἐθήλασαν σκύμνους αὑτῶν, θυγατέρες λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ. Καὶ τὰ πικρότερα, φησὶ, θηρία τῶν τέκνων ἐπιμελεῖται· ἡ δὲ τοῦ πάθους ὑπερβολὴ τῆς Σιὼν τοὺς οἰκήτορας καὶ αὐτῆς ἐπιλαθέσθαι τῆς φύσεως παρεσκεύασε· καὶ τῶν μὲν πλείστων σφαγέντων, τῶν δὲ λοιπῶν ἀν δραποδισθέντων, ὀλίγοι τινὲς μεμενήκασιν ἐοικότες στρουθίῳ μόνῳ κατὰ τὴν ἔρημον πλανωμένῳ. ∆ηλοῖ δὲ τὰ ὑπὸ τοῦ λιμοῦ τεχθέντα κακά. 81.801 δʹ. Ἐκολλήθη γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν αὐτοῖς οὐκ ἦν. ∆ιδάσκει δὲ καὶ τὴν προτέραν τούτων χλιδήν. εʹ. Οἱ ἐσθίοντες τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις. Ἀντὶ τοῦ κατὰ τὴν ἀγορὰν ἐῤῥιμμένοι. "Οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ περιελάβοντο κοπρίας." Λέγει δὲ τούτων τὴν ἁμαρτίαν πρόξενον γεγενῆσθαι· καὶ τῇ Σοδόμων παρατίθησι ταύτην. Λέγει δὲ καὶ τῶν Ναζιραίων τὴν πρὸ τῶν συμ φορῶν εὐδοξίαν, καὶ τὴν ἐν τῇ συμφορᾷ κακουχίαν· καὶ τὴν ἐν πολέμῳ δὲ σφαγὴν τῶν τοῦ λιμοῦ βελῶν αἱρετωτέραν εἶναί φησιν. Ἐντίθησι δὲ τῷ θρήνῳ καὶ τὸ πάντων χαλεπώτατον πάθος· ιʹ. Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν· ἐγένοντο εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. Τὴν γὰρ φυσικὴν φιλοστοργίαν ἡ βία τῆς πείνης ἐνίκησε. Ταῦτα δὲ τῇ Σιὼν ἐπήνεγκεν ὁ ∆εσπότης ἐνδίκως ἀγανακτήσας. ιβʹ. Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ. Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε. Παρεδόθη δὲ τοῖς πολεμίοις καὶ διὰ τὴν τῶν ψευδοπροφητῶν ἐξαπάτην, καὶ διὰ τὴν τῶν ἱερέων μιαιφόνιαν. ιδʹ. Εἷρψαν νεανίσκοι αὐτῆς ἐν ταῖς ἐξόδοις. Ἐξόδους τὰς ἀγυιὰς καλεῖ, καὶ τὰς καλουμένας ῥύμας· "Ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἐῤῥίφθησαν σὺν τοῖς ἐνδύμασιν αὐτῶν." Ὁ μὲν λιμὸς ἠνάγκαζεν ἐῤῥίφθαι· προκαθήμενοι δὲ οἱ πολέμιοι θάπτειν ἐκώλυον, οἱ δὲ κύνες τοὺς ἐῤῥιμμένους ἀνήλισκον. Λέγει δὲ καὶ τὰ παρὰ τῶν πολεμίων θρυλλούμενα· ιεʹ. Ἀπόστητε ἀπὸ