1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

83

κακῶν· οὗτοι γὰρ ἡμῖν παρῄνουν τὴν ὑπὸ τῆς δικαίας σου κρίσεως δέξα σθαι παιδείαν, καὶ δουλεῦσαι τῷ βασιλεῖ Βαβυλῶνος· καὶ διετελέσαμεν ἀντιλέγοντες. Καὶ πεπλήρωκας ∆έσποτα, ὅσα δι' ἐκείνων προείρηκας. Καὶ οὐ μόνον ἡμεῖς οἱ ζῶντες παρεδόθημεν δουλείᾳ· ἀλλὰ καὶ τῶν πατέρων ἡμῶν οἱ τάφοι, καὶ μέντοι καὶ τῶν βασι λέων, ἀνεσπάσθησαν ἐκ βάθρων, ὡς τὰ ἐκείνων ὀστᾶ ὕπαιθρα ἐῤῥῖφθαι, καὶ ταῖς ἐναντίαις τοῦ ἀέρος μεταβολαῖς διαφθείρεσθαι. κεʹ. Καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ. Οὐ μόνον δὲ ἡμᾶς λιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παρέδωκας· ἀποστολὴν γὰρ τὴν αἰχμαλωσίαν καλεῖ· ἀλλὰ καὶ τὸν ἅγιόν σου νεὼν, τὸν διὰ τὸ σὸν ὄνομα γεγενημέ νον περιφανῆ καὶ περίβλεπτον, ἀπέφηνας ἔρημον. Καὶ ταῦτα μέντοι οὐ πρὸς ἀξίαν τῆς ἡμετέρας ἀσε βείας ἐπήγαγες, ἀλλ' ἐκέρασας φιλανθρωπίᾳ τὸ δίκαιον. κζʹ. Ἐποίησας γὰρ, φησὶν, εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, πᾶσαν ἐπιείκειάν σου, καὶ πάντα οἰκτιρμόν σου τὸν μέγαν. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀπειλῶν· διαφερόν τως γὰρ ἐν τῇ ᾠδῇ τὰ συμβησόμενα αὐτοῖς προεῖπε κακά· "Ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς." 81.768 Καὶ διδάσκων, ὡς τοὺς πολεμίους θῆρας καλεῖ, ἐπ ήγαγεν· "Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμείων φόβος." Καὶ πάλιν, "∆ια σπερῶ αὐτούς·" τούτων ἀναμιμνήσκουσι τῶν ἀπει λῶν· ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἀγαθῶν ὑποσχέ σεως. Εἶπας γὰρ, φησὶ, μεταμελομένοις ὀρέξειν τὸν ἔλεον, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσειν, καὶ τὴν προτέραν ἀποδώσειν ἐλευθερίαν. ΚΕΦΑΛΑΙΟΝ. Γʹ. αʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ψυχὴ ἐν στενοῖς, καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ. Τὴν ὑπερβολὴν, φησὶ, βλέπω τῶν συμ φορῶν, καὶ τῆς ἀθυμίας τὸ μέγεθος. "Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ· καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου." Πέλαγος ἔχεις φιλανθρωπίας, ἄβυσσον ἔχεις ἐλέου, ὄρεξον τοῦτον τοῖς δεομένοις· τοῖς γὰρ ἡμαρτηκόσι καὶ μεταμελουμένοις ἁρμόττει ὁ ἔλεος. γʹ. Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Σὺ, φησὶν, αἰώνιος, ἡμεῖς δὲ πρόσκαιροι· σὺ ἀΐδιος καὶ ἀνώλεθρος· ἡμῶν δὲ ὁ βίος μικρῷ μέτρῳ μετρεῖται. Τὸ καθήμενος εἰς τὸν αἰῶνα, εἰς τοῦτο τέθεικεν. δʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραήλ. Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον. "Καὶ τῶν υἱῶν, τῶν ἡμαρτηκότων ἐναν τίον σου." Σὺ, φησὶν, εἶπας, "Τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες." Εἰς τὰ μειράκια τοίνυν ἀπόβλεψαι τὰ ἁμαρτίας ἐλεύθερα, καὶ μὴ μνησθῇς τῶν πατρῴων ἁμαρτημάτων. "Ἀλλὰ μνή σθητι τῆς χειρός σου, καὶ τοῦ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ." Τῇ συνήθει, φησὶ, χρῆσαι θαυμα τουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευ θέρωσον ἐκ Βαβυλῶνος. ϛʹ. Ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν. Ὅτι σὺ εἶ ὁ αὐτὸς, καὶ οὐκ ἠλλοίωσαι· τὴν αὐτὴν ἔχεις δύναμιν, τὴν αὐτὴν φιλανθρωπίαν. Αἰνέσομέν σε, Κύριε, (ζʹ.) ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, τοῦ ἐπικλη θῆναι τὸ ὄνομά σου. Ἔδειξε τῆς τιμωρίας τὴν ὄνησιν· παιδευθέντες γὰρ, φησὶν, ἐπεστράφημεν, "Καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν· ὅτι ἀπ εστρέψαμεν ἐπὶ καρδίαν ἡμῶν πᾶσαν ἀδικίαν πατέ ρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου." Οὐχ ἑπόμεθα, φησὶ, τοῖς πατράσιν, οὐδὲ τὴν ἐκείνων παιδείαν ὁδεύομεν, ἀλλὰ τοῖς σοῖς ἀκολουθοῦμεν νόμοις. Βλέπε τοίνυν ἡμῶν τὰ ὀνείδη, καὶ τὴν χαλε πὴν δουλείαν, ἣν ὑπομένομεν διά τε τὴν ἡμετέραν ἀσέβειαν, καὶ τὴν πατρῴαν παρανομίαν. Ταύτην ὁ θαυμάσιος Βαροὺχ τὴν προσευχὴν τοῦ λαοῦ ἐν τεθεικὼς τῷ συγγράμματι, τίθησι καὶ τὴν θείαν ἀπόκρισιν. 81.769 θʹ-ιαʹ. Ἄκουε, Ἰσραὴλ,