1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

75

ἀπολήψονται ἐλευθερίαν αἵ τε δέκα φυλαὶ, καὶ αἱ δύο· καὶ κατ' αὐτὸ ἐπανήξουσι, καὶ φεύ ξονται πρὸς Κύριον. "∆ιαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται." Τουτέστιν, ἡ πρὸς τοὺς πατέρας ἐπαγγελία γεγενημένη. Εἶτα ἀπεικάζει αὐτοὺς προ βάτοις ἀπολωλόσι· τοῖς ποιμέσι τῆς ἀπωλείας τῶν προβάτων ἀνατίθησι τὴν αἰτίαν· ποιμένας δὲ καλεῖ οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· λέγει δὲ καὶ ποῦ παρεσκεύασαν αὐτὰ πλανηθῆναι. "Ἔξωσαν αὐτοὺς ἐπὶ τὰ ὄρη· ἐπλάνησαν αὐτοὺς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὑτῶν." Βου νοὺς καὶ ὄρη τὰ τῶν εἰδώλων τεμένη καλεῖ· ἐν ἐκείνοις γὰρ προσεκύνουν τὰ εἴδωλα· κοίτην δὲ αὐ τῶν τὸν θεῖον νεών· ἐκεῖθεν γὰρ εἶχον τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν. Αὕτη, φησὶν, ἡ πλάνη τοῖς πολεμίοις αὐτοὺς παραδέδωκεν, ἀνθ' ὧν ἥμαρτον Κυρίῳ. ζʹ. Νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν τῷ Κυρίῳ. Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ." Τοῦτο καὶ ἐνταῦθα λέγει· ὅτι νομὴ δικαιοσύνης ἦσαν τῷ Κυρίῳ, ὃς τοὺς πατέρας αὐτῶν ἐξελέξατο. ηʹ. Ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος, καὶ ἀπὸ γῆς Χαλδαίων ἐξέλθατε· καὶ γένεσθε ὥσπερ ἔριφοι κατὰ πρόσωπον προβάτων. Τοὺς ἐρίφους, τράγους ὁ Σύρος ἡρμήνευσε. Παρακελεύεται τοίνυν αὐτοῖς περιγενέσθαι τῶν Βαβυλωνίων, καὶ τὴν ἐνεγ 81.741 κοῦσαν καταλαβεῖν· διὰ τοῦτο γὰρ αὐτοὺς καὶ τρά γοις ἀπείκασεν· ἰσχυρότεροι γὰρ τῶν προβάτων οἱ τράγοι· οὕτω καὶ ὁ θεσπέσιος ∆ανιὴλ τὸν μὲν Ἀλέ ξανδρον εἶδε τράγῳ ἀπεικασθέντα, τὸν δὲ ∆αρεῖον κριῷ. Λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἐπιόντων τῇ Βα βυλῶνι καὶ ὅτι περιέσονται, καὶ τῶν ἠθροισμένων ἐκεῖ ἀγαθῶν ἐμπλησθήσονται. ∆ιδάσκει δὲ καὶ τὴν αἰτίαν, ὧν ὑπομένει κακῶν. ιαʹ, ιβʹ. Ὅτι ηὐφραίνεσθε, καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου. Καὶ διότι ἐσκιρτᾶτε, ὡς βοΐδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι. Καὶ κατῃσχύνθη ἡ μήτηρ αὐτῶν σφόδρα. Τουτέστι, ἡ Βαβυλών. Κατωρύγη ἡ τεκοῦσα ὑμᾶς μήτηρ εἰς ἀγαθά. Ἀντὶ τοῦ, φροῦδος γεγένηται· τὴν ὑπερβολὴν δὲ τῆς κατα λύσεως τοῦτο δηλοῖ· τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάξει. Ἰδοὺ ἐσχάτη ἐθνῶν ἔρημος, καὶ ἄνυδρος. (ιγʹ.) Καὶ ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται, καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα. Λέγει δὲ καὶ τοὺς διοδεύοντας σκυθρωπάζειν μὲν διὰ τὴν τοῦ πάθους ὑπερβολὴν, τῷ δὲ συρίγματι μηνύειν τὴν ἔκπληξιν. Κελεύει δὲ καὶ τοῖς τοξόταις ἀφειδῶς ἀφεῖναι τὰ βέλη, καὶ τῆς ἀσεβείας αὐτῆς ἀπαιτῆσαι δίκας. Τῷ Κυ ρίῳ γὰρ, φησὶν, ἥμαρτε. Προλέγει δὲ καὶ τὴν τῶν Βαβυλωνίων δειλίαν, καὶ τὴν τῶν περιβόλων κατά λυσιν· καὶ ἐπιλέγει τὴν αἰτίαν τῆς συμφορᾶς. Ὅτι ἐκδίκησις παρὰ τοῦ Θεοῦ ἐστιν, ἐκδική σατε αὐτήν· καθὼς ἐποίησεν, οὕτως ποιήσατε αὐτῇ· (ιϛʹ.) Ἐξολοθρεύσατε σπέρματα ἐκ Βα βυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ. Ἀντὶ τοῦ, Μὴ μόνους τοὺς στρατευομένους, ἀλλὰ καὶ τοὺς γεωργοῦντας θανάτῳ παράδοτε. Τοῦτο γὰρ καὶ αὐτοὶ δεδράκασι τῷ Ἰσραὴλ πολεμοῦντες. "Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὑτοῦ ἀναστρέψουσι, καὶ ἕκαστος εἰς τὴν γῆν αὑ τοῦ φεύξονται." Πρὸ τῆς Βαβυλῶνος, Λυδοὺς ὁ Κῦρος κατεστρέψατο· ὑπέταξε δὲ καὶ Ἴωνας, καὶ Αἰολέας· ἐκ δὲ τῆς Ἑλλάδος ἀπῳκίσθησαν οὗτοι, καὶ τὴν Ἀσίαν ᾤκησαν· ἄγων τοίνυν καὶ τούτους ὁ Κῦρος ἐπεστράτευσε τῇ Βαβυλῶνι. Ὁ μέντοι προφητικὸς λόγος οὐ μάτην τῶν Ἑλλήνων ἐμνήσθη· ἀλλὰ διδάσκων, ὡς καὶ τὰ πόῤῥω που κατῳκισμένα ἔθνη θεία ψῆφος κατὰ τῶν Βαβυλωνίων συνήγαγε. ιζʹ. Πρόβατον πλανώμενον Ἰσραήλ. Ἡ περὶ τὰ εἴδωλα πλάνη τῶν κακῶν αὐτῷ γεγένηται πρόξενος. "Λέοντες ἔξωσαν αὐτόν." Τοὺς Ἀσσυρίων βασιλέας οὕτως ὠνόμασεν. "Ὁ πρῶτος κατέφαγεν αὐτοὺς βασιλεὺς Ἀσσούρ." Θεγλαθφαλασὰρ, καὶ Σαλμανα 81.744 σὰρ, καὶ Σεναχηρείμ· καὶ οὕτως ὕστερος βασιλεὺς Βαβυλῶνος Ναβουχοδονόσορ "τὰ ὀστᾶ αὐτοῦ" κατ έφαγεν. Ἀντὶ τοῦ, τῶν προπατόρων τὰ λείψανα. Οὗ δὴ χάριν, φησὶ, ποινὴν αὐτοὺς