1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

41

νοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, οὐδὲ διαφωνήσουσι, λέγει Κύ ριος. Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ καὶ Ἰη σοῦ τοῦ Ἰωσεδὲκ ἐκβέβηκεν· οὐ μὴν πᾶσα ἡ προ φητεία· πολλοὶ γὰρ αὐτοῖς ἐπανέστησαν, καὶ οὐ μόνον οἱ γειτονεύοντες, ἀλλὰ καὶ Μακεδόνες ὕστερον, καὶ τὸ τελευταῖον Ῥωμαῖοι· ἡ δὲ πρόῤῥησις τὸ διαρκὲς τῆς χάριτος ἐπαγγέλλεται· οὐκοῦν δῆλον ὡς τὰ μὲν ἐπ' ἐκείνων ἐξέβη, τὰ δὲ ἐπὶ τῶν ἱερῶν ἀποστόλων. Οὗτοι γὰρ μόνοι ἔσχον τὴν τοῦ Πνεύματος δωρεάν. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα. εʹ, ϛ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται ἡ Ἰουδαία, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει Κύριος αὐτὸν, Ἰωσεδέκ· αὐτὸς ἐν τοῖς προφήταις. Ταῦτα οἱ ἐμβρόντη τοι Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ ἕλκειν ἀναιδῶς ἐπι χειροῦσιν· ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι οὐ βασιλεὺς ἦν ἐκεῖνος, ἀλλὰ δημαγωγός· καὶ Ἰωσεδὲκ ἐκεῖνος οὐκ ἐκαλεῖτο· οὔτε μὴν ἡ ἑρμηνεία τῆς προσηγορίας πρόσφορος ἐκείνῳ· δηλοῖ γὰρ τὸ ὄνομα, "Κύριος δι καιοσύνη ἡμῶν," ἢ κατὰ τὴν τοῦ Σύρου ἑρμηνείαν, "Κύριε δικαίωσον ἡμᾶς·" οὐδὲν δὲ τούτων ἁρμόττει τῷ Ζοροβάβελ· ἐπειδὴ δὲ τύπος ἦν τοῦ ∆εσπότου Χρι στοῦ, καὶ τοὺς ἀπὸ Βαβυλῶνος αἰχμαλώτους ἐπαν ήγαγεν εἰς τὴν Ἰουδαίαν, καθάπερ ὁ Κύριος τοὺς ἐξανδραποδισθέντας ὑπὸ τοῦ διαβόλου πρὸς τὴν ἀλή θειαν μετέθηκε, τυπικῶς εἴ τις ἐκείνῳ προσ αρμόσει ταῦτα, οὐδὲν ἀπεικὸς ποιήσει· εἰδέναι μέντοι χρὴ, ὡς ὁ ∆εσπότης Ἰησοῦς Χριστὸς, ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, "Ἀνατολὴ δικαία," καὶ "Βασιλεὺς δίκαιος," καὶ "Κύριος δικαιοσύνης," ὑπὸ τῶν προφητῶν κη ρύττεται. Ἐντεῦθεν μεταφέρει τὸν λόγον κατὰ τῶν τὰ ψευδῆ προαγορευόντων, καὶ μοιχοὺς ὀνομάζει 81.629 τούτους, ὡς μοιχεύοντας, καὶ τὸν θεῖον διαφθείροντας λόγον. Καλεῖ δὲ αὐτοὺς καὶ αἰτίους τῆς τοῦ λαοῦ πο νηρίας· λέγει δὲ καὶ τοὺς ἱερέας κοινωνοὺς αὐτῶν γεγενῆσθαι τῆς ἀσεβείας. Προλέγει δὲ καὶ τὰ συμ βησόμενα αὐτοῖς κακὰ, καὶ παραβάλλει αὐτοὺς τοῖς προφήταις τῆς Σαμαρείας, οἳ προφανῶς τῆς Βάαλ ἐκαλοῦντο προφῆται. Καὶ γὰρ οὗτοι, φησὶ, ψευδῶς ἐπαγγειλάμενοι τῷ λαῷ εἰρήνην, αἴτιοι ἐγένοντο τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ διὰ τούτους τὴν Σοδόμων καὶ Γομόῤ ῥων ἐμιμήσαντο πονηρίαν· οὗ δὴ χάριν· ιεʹ. Ἰδοὺ ἐγὼ ψωμίζω αὐτοὺς ὀδύνας, καὶ πο τίζω αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ. ∆ιὰ δὲ τούτων τὰς διαφόρους δεδήλωκε πᾶσι συμ φοράς. Παραινεῖ δὲ καὶ τῷ λαῷ μὴ δέχεσθαι τοὺς παρ' ἐκείνων προφερομένους λόγους. ιϛʹ, ιζʹ, ιηʹ. Ἀπὸ καρδίας γὰρ αὑτῶν, φησὶ, λα λοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Καὶ ὑπισ χνοῦνται εἰρήνην, ἣν οὐκ ἐπηγγειλάμην ἐγώ. Πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὑτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὑτοῦ εἶπον, Οὐχ ἥξει ἐπὶ σὲ κακά. Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσεν αὐτοῦ τὸν λόγον; Τίς ἠνωτίσατο τὸν λόγον αὐτοῦ, καὶ ἤκουσε; Ταῦτα, φησὶ, λέγοντες παρα θαῤῥύνουσι τοὺς τῆς πονηρίας ἐργάτας, καὶ ἐπι μένειν τῇ παρανομίᾳ παρασκευάζουσι, καὶ τῶν προ φητικῶν λόγων ἐπαΐειν κωλύουσιν. ιθʹ. Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται, εἰς συσσεισμὸν στρεφομένη. Τὰ ἐπάλληλα διὰ τούτων σημαίνει κακὰ, καὶ ὅτι θεήλατα ταῦτα· αὐτὸς γὰρ ὑμῖν ἐπιφέρει τὰς τιμωρίας· εἶτα λέγει καὶ τοὺς πεισομένους· "Ἐπὶ τοὺς ἀσεβεῖς ἥξει." κʹ. Οὐκ ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως τοῦ ποιῆσαι αὐτὸν τὰ ἐγχειρήματα τῆς καρδίας αὑ τοῦ. Ἃ γὰρ προείρηκεν, εἰς πέρας ἥξει. "Ἐπ' ἐσχάτων ἡμερῶν νοήσουσιν αὐτὰ νοήσει." Ὅταν ἴδωσι τὰ πράγματα, τῶν ῥημάτων ἀναμνησθήσονται. Εἶτα λέγει, ὡς οἱ τὰ ψευδῆ προφητεύοντες αὐτόματοι, καὶ μὴ κελευόμενοι, τοὺς ἐναντίους τῷ λαῷ προσ έφερον λόγους. κβʹ. Εἰ γὰρ