1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

61

τοὺς τῆς πόλεως περιβόλους κατέλυσαν· τοὺς δὲ λοιποὺς ἐξηνδραπόδισε Ναβουζαρδὰν ὁ ἀρχι μάγειρος τοῦ βασιλέως. Ὀλίγους δέ τινας πενίᾳ συζῶντας κατέλιπε, γεωργεῖν παρακελευσάμενος· ιαʹ, ιβʹ. Καὶ ἐνετείλατο Ναβουχοδονόσορ βα σιλεὺς Βαβυλῶνος περὶ Ἱερεμίου Ναβουζαρδὰν λέγων· Λάβε αὐτὸν, καὶ τοὺς ὀφθαλμούς σου θὲς ἐπ' αὐτὸν, καὶ μὴ ποιήσῃς αὐτῷ μηδὲν κακόν· ὅτι ἀλλ' ἢ καθὼς ἐὰν λαλήσῃ πρὸς σὲ, οὕτως ποιήσεις μετ' αὐτοῦ. Ηὔξησε τὴν τῶν Ἰουδαίων κατηγορίαν, καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ. Ἀλλόφυλοι γὰρ ὄντες τὸν προφήτην ᾐδέσθησαν· Ἰουδαῖοι δὲ προφητικοῖς λόγοις ἐντεθραμμένοι, οὔτε τοῖς θείοις προσέχειν ἠβουλήθη σαν λόγοις, καὶ τοὺς προφήτας παντοδαπαῖς τιμω ρίαις ὑπέβαλον. Πέρας μέντοι εἴληφεν ἡ τοῦ Θεοῦ ἐπαγγελία· χειροτονήσας γὰρ τὸν προφήτην, ὑπ έσχετο ἄμαχον αὐτὸν δείξειν, καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ ὅμοιον, ὅτι πολεμήσουσι μὲν αὐτὸν, οὐ περιγενήσονται δέ. Ὁ μέντοι Ναβουζαρδὰν, καὶ πᾶσα ἡ τῶν ἀρχόντων συμμορία, μετεπέμψαντο τὸν Ἰερεμίαν ἐκ τῆς εἱρκτῆς, καὶ τῷ Γοδολίᾳ παρέδω καν, ὃν ἄρχειν τῶν καταλειφθέντων ἐν τῇ Ἰουδαίᾳ προσέταξε. Συγγραφῆς δὲ ὁ προφήτης ἠξίωσε καὶ τὰ περὶ τοῦ Ἀβδεμέλεχ ὑπὸ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ τέλους τετυχηκότα. Οὐδὲν γὰρ ἀτημέλητον, οὐδὲ ἄμισθον παρ' αὐτῷ· τότε δὲ, φησὶν, ὑπέσχετο ὁ Θεὸς ταῦτα λέγων· 81.693 Ἰδοὺ ἐγὼ φέρω τὸν λόγον μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· καὶ ἔσον ται κατὰ πρόσωπόν σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. (ιζʹ, ιηʹ.) Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος· καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. Ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πεσῇ· καὶ ἔσται σοι ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ' ἐμὲ, φησὶ Κύριος. "Ἀληθῶς μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ· καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·" καὶ, "Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ." Τί γὰρ ὤνησε τὸν Σεδε κίαν ἡ βασιλεία; Τί δὲ παρέβλαψε τὸν Ἀβδεμέλεχ ἡ δουλεία; Ὁ μὲν γὰρ διὰ τὴν ἀσέβειαν ἐκεῖνα πέπον θεν ἅπαντα· ὁ δὲ διὰ τὴν εὐλάβειαν πεῖραν οὐκ ἔλαβε τῶν κακῶν. ΚΕΦΑΛ. Μʹ. Εἶτα διδάσκει ὁ προφήτης, τίνα πρὸς αὐτὸν ὁ Να βουζαρδὰν ὁ ἀρχιμάγειρος λέγει, Κύριος ὁ Θεός σου ἐχρημάτισε τὰ κακὰ ταῦτα ἐπὶ τὴν πόλιν ταύτην. (γʹ.) Καὶ ἐπήγαγε, καὶ ἐποίησε Κύριος, καθὼς ἐλάλησεν, ὅτι ἡμαρ τήκατε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐ τοῦ, καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο ὑμῖν. Καὶ ἐντεῦ θεν δῆλον, ὡς ἐπ' εὐεργεσίᾳ τῶν ἄλλων ἐθνῶν τὸν Ἰσραὴλ ὁ Θεὸς ἐξ ἀρχῆς ἐξελέξατο· τά τε γὰρ δι' αὐτοὺς γινόμενα θαύματα κατέπληττεν ἅπαντας, καὶ σαφῶς ἐδίδασκεν, ὅτι ὁ τούτων Θεὸς μόνος ἀλη θὴς Θεός· καὶ αὖ πάλιν, τὰ συμβαίνοντα αὐτοῖς λυπηρὰ, τῆς μὲν αὐτῶν κατηγόρει παρανομίας, τοῦ δὲ Θεοῦ τὴν δικαίαν ἐκήρυττε ψῆφον. Αὐτίκα τοίνυν ἔφη Ναβουζαρδὰν, καὶ τούτους δίκας ἀξίως δεδωκέναι, καὶ τὸν Θεὸν δίκαια δεδρακέναι. Εἶτα αἵρεσιν δίδωσι τῷ προφήτῃ, καὶ ὑπισχνεῖται μὲν τὴν ἐν Βαβυλῶνι θεραπείαν, εἰ ἐκείνης τὴν οἴκησιν προέλοιτο· ἐπαγγέλλεται δὲ καὶ καταλείψειν, εἰ τοῦτο προέλοιτο, καί φησιν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· ὅπου ἂν ᾖ ἀγαθὸν καὶ ἀρεστόν σοι πορευθῆναι, πο ρεύου. (εʹ.) Καὶ πρὶν ἢ ἀπαλλαγῶ ἐγὼ, ἀπόῤῥιψαι σὺ, καὶ ἀνάστρεψον πρὸς Γοδολίαν, υἱὸν Ἀχί καμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυ λῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ' αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ σου· εἰ δὲ μὴ, εἰς πάντα τὰ καλὰ ἐν ὀφθαλμοῖς σου πορευθῆναι, πορεύου. Αὐτοκράτωρ εἶ, φησὶν, ἔξω τῆς ἐμῆς ἐξουσίας τελεῖς, ὑπὸ τὴν θείαν εἶ δεσποτείαν, τὸ δοκοῦν σοι πράττε. Τούτοις καὶ τοῖς τοιούτοις χρησάμενος λόγοις, καὶ πλεῖστα δῶρα δεδωκὼς, ἀπέλυσεν· ὁ 81.696 μέντοι προφήτης πρὸς τὸν