1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

3

σαφέστερον. ιεʹ. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῶν βασιλέων τῆς γῆς ἀπὸ βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὑτοῦ ἐπὶ τὰ πρόθυρα τῶν θυρῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει· ιϛʹ. Καὶ λαλήσω μετὰ κρίσεώς μου πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνη σαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Τί δὲ τῆς ἀσε βείας ταύτης ἀνοητότερον; Τί δὲ τῆς τιμωρίας δι καιότερον; Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλι πόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα. Ὁ δὲ, μα κροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύ μνωσε χάριτος. Ταύτης δὲ γυμνωθέντες, ἀνοσίοις ἀνδράσιν ἐδούλευσαν. Κελεύει δὲ τὴν ὀσφὺν περι ζώσασθαι, τουτέστιν, εὐζώνως καὶ ἀνδρείως διακο σμῆσαι· καὶ τῶν ἤδη γεγενημένων ὑποσχέσεων ἀνα μιμνήσκων, ἐκβάλλει τὸ δέος. Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον κατα στῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων. Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην. 81.504 ιθʹ. Πολεμήσουσι γάρ σοι, φησὶ, καὶ οὐ μὴ δύ νωνται πρός σε· διότι ἐγὼ μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ταύτην καὶ πρὸς τὴν Ἐκκλησίαν ἐποιήσατο τὴν ὑπόσχεσιν· πρὸς γὰρ δὴ τὸν θειότατον ἔφη Πέτρον· "Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Οὐκ εἶπεν, Οὐ πολεμήσου σιν· ἀλλὰ, "Πολεμοῦντες οὐ κατισχύσουσι." Τὴν γὰρ δὴ νίκην οἱ ἀνταγωνισταὶ πραγματεύονται. ΚΕΦΑΛ. Βʹ. Μετὰ ταῦτα κελεύεται εἰπεῖν τοῖς οἰκοῦσι τὴν Ἱερουσαλήμ· αʹ, βʹ. Τάδε λέγει Κύριος· Ἐμνήσθην σοι ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου· ἐν τῷ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν γῇ μὴ σπαρείσῃ, λέγει Κύριος. Νεό τητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγό ρευσε· τηνικαῦτα γὰρ αὐτοὶ μὲν ἐν Αἰγύπτῳ ταλαι πωρούμενοι κατεστέναξαν· αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε· τὸ δὲ "ἀγάπης τελειώσεώς σου" κατ' εἰρωνείαν τέθεικεν· οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην. Τοῦτο δὲ καὶ ὁ ὑμνοποιὸς ἡμᾶς διδάσκει ∆αβίδ· "Ἠγάπησαν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ στόματι αὑτῶν, καὶ τῇ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ ἦν εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ." γʹ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Ἀντὶ τοῦ, Ἄνθέν σε τῶν ἄλλων ἐθνῶν προέκρινα, καὶ ἐμὸς λαὸς ἐχρημάτισας. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωσῆς· "Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." -"Ἀπαρχὴ γεννημάτων αὐτοῦ." Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸν ἐξελέξατο. Οὗ δὴ χάριν καὶ τῷ Φαραὼ ἔφη· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" καὶ δι' ἑτέρου δὲ προφήτου φησὶν οὕτως· "Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς καρπὸν σύκου πρώϊμον εὗρον πατέρας αὐτῶν." -"Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ' αὐτοὺς, λέ γει Κύριος." Οὐδὲ γὰρ ὡς τῷ Θεῷ διακονοῦντες ἐπο λέμουν οἱ πολεμοῦντες τῷ Ἰσραήλ· ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ περιγενήσεσθαι δυνάμενοι. Οὕτω καὶ Σε ναχηρεὶμ ἔλεγε· "Μή σε ἀπατάτω ὁ Θεός σου, ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων ὅτι Ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Τούτου δὴ χάριν καὶ αὐτοῖς ἀπειλεῖ τιμωρίαν. Εἶτα παντί φησι τῷ λαῷ· 81.505 εʹ. Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλη μα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ