1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

9

Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες. Εἶτα διδάσκει ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ έτι πάλιν αἱ φυλαὶ δίχα διαιρεθήσονται, ἀλλὰ κατὰ τὸ αὐτὸ ἐπανήξουσι, καὶ τὴν πατρῴαν καθέξουσι γῆν. Εἶτα ὁ προφήτης ἐπὶ ταῖς χρησταῖς ἐπαγγε λίαις ἡσθείς φησι· ιθʹ. Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε. Ταῦτα ἐν μέσῳ εἰρηκὼς ὁ προφήτης, συμπεραίνει τὴν θείαν ἐπαγγελίαν. "Ὅτι τάξω σε εἰς τέκνα." Πάλιν γὰρ, φησὶ, ἐμοὶ χρηματίσετε παῖδες. "Καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν ὀνομαστὴν, Θεοῦ παν τοκράτορος ἐθνῶν." Τὴν γῆν τῆς ἐπαγγελίας οὕτως ἐκάλεσεν. Ἐθνῶν δὲ αὐτὸν Θεὸν ὠνόμασε παντοκράτορα, διδάσκων ὅτι πάντων ἐστὶ Θεὸς, καὶ πάντων δημιουργὸς, καὶ ὅτι καὶ τὰ ἔθνη τῆς θεογνω σίας ἀπολαύσονται, καὶ μεταβήσεται εἰς ἐκεῖνα ἡ χάρις τοῦ Πνεύματος. Μετὰ ταῦτα συμβουλεύει ἣν ἔχουσι παῖδες περὶ πατρὸς φιλοστοργίαν κτήσα σθαι, καὶ τῆς θείας ἀπολαῦσαι κηδεμονίας. Εἶτα αἰτιᾶται, ὅτι γυναῖκα μοιχεύτριαν εἰς τὸν ἄνδρα παρανομοῦσαν ἐζήλωσαν, οὐ μόνον αἱ δέκα φυλαὶ, ἀλλὰ καὶ ἡ τοῦ Ἰούδα φυλὴ, καὶ τὰς πρὸς τὸν νυμφίον συνθήκας παρέβησαν· προλέγει δὲ καὶ τῶν δέκα φυλῶν τὴν μεταμέλειαν· αἴσθησιν γὰρ αὐταῖς τῆς παρανομίας ἡ τῆς αἰχμαλωσίας ἐνέθηκε συμφορά. καʹ. Φωνὴ γὰρ, φησὶν, ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδί κησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν. Θεασάμενος δὲ τὴν μεταμέλειαν, ἐπιμεῖναι ταύτῃ προτρέπει, καί φησιν· κβʹ. Ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Οὐ μόνον δὲ ὑπισχνεῖται τὴν ἴασιν, ἀλλὰ καὶ ποίοις χρήσασθαι δεῖ λόγοις διδάσκει, μονονουχὶ λέγων· Ταῦτα εἴπατε· "Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ." Ἀρνούμεθα τὴν πλάνην, βδελυσ σόμεθα τὴν τῶν δαιμόνων δουλείαν· σὲ μόνον ἴσμεν καὶ Κύριον καὶ Θεόν. κγʹ. Ὄντως ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ 81.525 δύναμις τῶν ὀρέων. Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τῷ οἴκῳ Ἰσραήλ. ∆ι' αὐτῆς μεμαθή καμεν τῆς πείρας, ὡς σὺ μόνος χορηγὸς ἀγαθῶν· τὰ δὲ ἄλση καὶ οἱ βουνοὶ, ἐπιζήμια καὶ ὀλέθρια. κδʹ. Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, καιόν των τὰ πρόβατα αὑτῶν, τοὺς υἱοὺς αὑτῶν, καὶ τὰς θυγατέρας αὑτῶν. Ἔδειξε καὶ ἧς προσ έφερον τοῖς εἰδώλοις τιμῆς τὴν ὑπερβολήν· πρὸς γὰρ βουσὶ καὶ προβάτοις, καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέ ρας κατέκαιον· καὶ ὅτι οὐ μόνον οὐδὲ ἐκεῖθεν ἐδρέποντο κέρδος, ἀλλὰ πρὸς τῇ τῶν ψυχῶν ἀπωλείᾳ καὶ τὴν αἰσχύνην ἐτρύγων· τοῦτο γὰρ διὰ τῶν ἐπ αγομένων φησί· κεʹ. Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν· διότι ἐναν τίον τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. Καὶ ὁ θεῖος Ἀπόστολος τῆς ἁμαρτίας καρπὸν τὴν αἰσχύνην εἶναί φησι· λέγει δὲ οὕτως· "Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;" ΚΕΦΑΛ. ∆ʹ. Οὕτω διδάξας αὐτοὺς δεηθῆναι, ὑπισχνεῖται καὶ αὐτοῖς ἀπόλαυσιν ἀγαθῶν, εἰ λάβοιεν λήθην τῶν εἰ δώλων (αὐτὰ γὰρ καλεῖ βδελύγματα), καὶ εἰς τὸν ὄντα Θεὸν μεταθεῖεν τὸ σέβας· ὡς καὶ τοὺς ὅρκους μηκέτι κατ' εἰδώλων, ἀλλὰ κατ' αὐτοῦ ποιεῖσθαι, ἀληθεύοντας καὶ οὐ ψευδομένους. Τοῦτο γὰρ λέγει· βʹ. Ἐὰν ὀμόσῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας, ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ. Ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις τὰ τούτων νενομοθέτηκε τελειότερα· "Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκή σεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως." Ἰουδαίοις δὲ, ὡς ἀσθε νῶς διακειμένοις, παρακελεύεται κατ' αὐτοῦ ὀμνύναι, ἵνα τῇ τοῦ ὅρκου συνηθείᾳ αὐτὸν μόνον προσκυνεῖν διδαχθῶσιν· ἐπαγγέλλεται δὲ, τούτων γινομένων,