1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

40

ἀπαλλαγῆναι τῆς πλάνης, καὶ τὴν εἰσήγησιν οὐκ ἐδέχου. "Αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, ὅτι οὐκ ἤκουσας τῆς φωνῆς μου." Ἄνωθεν καὶ ἐξ ἀρχῆς τῇ ἀπειθείᾳ ἐχρήσω. κβʹ. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνε μος. Τούς τε πονηροὺς βασιλέας, καὶ τοὺς ψευδο προφήτας. "Οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ πορεύ σονται." Καὶ αὐτὰ γὰρ τὰ εἴδωλα, ἀργυρᾶ ὄντα, ὡς εἰκὸς, καὶ χρυσᾶ, ἔλαβον οἱ πολέμιοι. "Τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φι λούντων σε." Οὐ γὰρ τεύξῃ τῆς παρ' αὐτῶν ῥο πῆς. Εἶτα τῆς προτέρας αὐτοὺς εὐπραξίας ἀνα μιμνήσκει. κγʹ. Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις. Ἀντὶ τοῦ, περιφανὴς οὖσα, καὶ περί βλεπτος, καὶ παρὰ πᾶσιν ἀοίδιμος. "Καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης." Ταῦτα συν άψας τῇ περὶ τοῦ Ἰωακεὶμ προφητείᾳ, προλέγει καὶ τῷ Ἰεχονίᾳ τὰ ὅμοια· αὐτὸς δὲ τοῦ Ἰωακεὶμ υἱὸς ἦν, τοῦ δὲ Ἰωσίου ἔγγονος· τρεῖς δὲ μόνους βασιλεύ σας μῆνας, αἰχμάλωτος ἀπήχθη μετὰ τῆς μητρὸς, καὶ ἐν Βαβυλῶνι τὸν βίον κατέλυσεν. κδʹ, κεʹ. Ζῶ ἐγὼ, λέγει Κύριος· ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα,ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ὅτι ἐκεῖθεν ἐκσπάσω σε. Καὶ παραδώσω σε εἰς 81.625 χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, καὶ εἰς χεῖρας ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ἐν χειρὶ τῶν Χαλδαίων. Ἐπειδὴ τὴν τῶν προγόνων εὐσέβειαν οὐ μιμούμενοι ἐπὶ τῇ ἐκείνων ἐσεμνύνοντο συγγενείᾳ, τὸν Ἀβραὰμ εἰς μέσον φέροντες, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραὴλ, καὶ τὸν ∆αβὶδ, καὶ τὸν Ἐζεκίαν, καὶ τὸν Ἰωσίαν, ἐπισήμους ἄνδρας ἐν ἀρετῇ, τού του χάριν ὁ τῶν ὅλων Θεὸς ἐκβάλλει τοῦ Ἰεχονίου τὸ θράσος, καί φησιν· Εἰ καὶ δακτύλιος γένοιτο, καὶ ἐπὶ τῆς δεξιᾶς μου τεθείη χειρὸς, ἐκεῖθεν αὐτὸν ἐκ σπάσω, καὶ παραδώσω τοῖς πολεμίοις. Μὴ τοίνυν θαῤ ῥείτω τῇ τῶν προγόνων ἀρετῇ, τὴν ἐκείνων ἀρετὴν μὴ ζηλώσας. κϛʹ. Καὶ ἀποῤῥίψω σε, καὶ τὴν μητέρα σου, τὴν τεκοῦσάν σε, εἰς γῆν ἑτέραν, εἰς γῆν οὗ οὐκ ἐτέχθητε ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε. Προστέθεικε δὲ, ὡς οὐκ ἀναστρέψουσιν εἰς τὴν γῆν, ἧς ἐφίενται. Λέγει καὶ τὴν αἰτίαν τῆς τιμωρίας. "Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ οὗτος." Κουφότητα δὲ αὐτοῦ καὶ εὐκολίαν περὶ τοὺς παρανόμους λόγους κατηγορεῖ. κηʹ. Καὶ ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. ∆ιότι ἐξεῤῥίφη αὐτός τε καὶ τὸ σπέρμα αὐτοῦ, καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει. Εἶτα ὡς τῶν λόγου μετειληφότων οὐκ ἀκουόντων, πρὸς τὴν γῆν τὴν ἄψυχον ποιεῖται τοὺς λόγους. κθʹ, λʹ. Γῆ, γῆ, γῆ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνδρα τοῦτον, ἄν δρα ἐκκήρυκτον, ἄνθρωπον ἀνευόδωτον ἐν ταῖς ἡμέραις αὑτοῦ· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου ∆αβὶδ, ἄρχων ἐπὶ Ἰούδαν. Ἔδειξε τῆς Ἰουδαίων βασιλείας τὸ τέλος· καὶ ἀψευδὴς ὁ λόγος· μηδεὶς γὰρ τὸν Ζοροβάβελ εἰς μέσον φε ρέτω· οὐδὲ γὰρ οὗτος ἐβασίλευσε τοῦ λαοῦ· ἀλλὰ δημαγωγὸς ἦν καὶ στρατηγός· καὶ ὁ Κύριος δὲ τὸ κατὰ σάρκα γένος ἐκ τούτου κατάγων, οὐ τοῖς ∆αβιτικοῖς ἐπεκάθισε θώκοις· ἀλλ' "ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Ἔχει τοίνυν τὸ ἀψευδὲς ἡ πρόῤῥησις. ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ἐντεῦθεν κατηγορεῖ τῶν ποιμένων τούτων, αὐ τῶν τῶν βασιλέων, ὡς αἰτίων γενομένων τῆς τῶν προβάτων διασπορᾶς· καὶ αὐτοῖς μὲν τὸν ὄλεθρον ἀπειλεῖ, τοῖς δὲ προβάτοις ἀνάκλησιν. γʹ. Εἰσδέξομαι γὰρ, φησὶ, τοὺς καταλοίπους τοῦ λαοῦ ἀπὸ πάσης τῆς γῆς, ἧς ἔξωσα αὐ τοὺς ἐν τῇ νομῇ αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται. Ἐπαγγέλλεται δὲ καὶ τὰ μείζονα ἀγαθά. δʹ. Καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμα