1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

4

ἐπορεύ θησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; Τίς ὑμνῆσαι πρὸς ἀξίαν ἱκανὸς τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; Οὐ γὰρ ὡς κριτὴς κρίνει, ἀλλ' ὡς ὑπεύθυνος ἀπολογίαν προσφέρει, καὶ ἐλεγχθῆναι βούλεται εἴ τι πράξαι δέον οὐκ ἔπραξε· καὶ Θεὸς ὢν πανάγιος, ἀνθρώποις παρανόμοις λέγει· Τί ἐξ ήμαρτον; Τί ἠδίκησα; Εἴπατε, ἐλέγξατε. Τί ἔχοντες ἐγκαλεῖν οἱ πατέρες ὑμῶν ἐμὲ μὲν τὸν εὐεργέτην ἐγκατέλιπον, τοῖς δὲ χειροποιήτοις εἰδώλοις ἐδού λευσαν; Καὶ μὴν ἐγὼ τῆς Αἰγυπτίων δουλείας ἀπήλ λαξα· καὶ δι' ἀβάτου μὲν ὡδήγησα γῆς, ἐν ἐρήμῳ δὲ ἀνύδρῳ ἀφθόνων ὑδάτων ῥεῖθρον ἐδωρησάμην, εἰς δὲ τὴν ἐπηγγελμένην εἰσήγαγον γῆν, παντοδαπῶν οὖσαν μητέρα καρπῶν. ∆ιὰ γὰρ τοῦ Καρμήλου πᾶσαν τὴν τῆς ἐπαγγελίας παρεδήλωσε γῆν· ἀλλ' οὐδὲ τούτων ἀπολαύσαντες τὸν εὐεργέτην ἐπέγνωτε· ἀλλὰ τὴν τῶν πατέρων ἐμιμήσασθε βδελυρίαν. Εἶτα κατὰ διαίρεσιν ἑκάστου τάγματος τὴν κατηγορίαν εἰσφέρει. ηʹ. Οἱ ἱερεῖς οὐκ εἶπον· Ποῦ ἐστι Κύριος; Τοῦτο πάντων ἀνοσιώτατον· τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης. "Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με." Τῶν γραμματέων καὶ διδασκάλων ἐνταῦθα κατηγορεῖ, ὡς ἑρμηνευόντων μὲν τὸν νόμον, πρώτων δὲ τοῦτον παραβαινόντων. "Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ." Τοὺς βασιλέας οὕτως ὠνόμασε. "Καὶ οἱ προφῆται προεφήτευον ἐν τῷ Βάαλ." Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς. "Καὶ ὀπίσω τοῦ ἀνωφελοῦς ἐπορεύθησαν. "Ἔδειξε τὴν τῆς παραπληξίας ὑπερβολήν· καταλιπόντες γὰρ τὸν τῶν παντοδαπῶν ἀγαθῶν χορηγὸν, τοῖς ἐπιζημίοις εἰδώλοις ἐλάτρευον. θʹ. ∆ιὰ τοῦτο ἔτι κριθήσομαι πρὸς αὐτοὺς, λέγει Κύριος· καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν κριθήσομαι. Ἐπιμένει τῇ μετριότητι· οὐ γὰρ εἶπε· Κρινῶ ὑμᾶς καὶ τοὺς ὑμετέρους ἀπογόνους· ἀλλὰ, Κριθήσομαι καὶ πρὸς ὑμᾶς, καὶ πρὸς ἐκείνους· ἀντὶ τοῦ, ∆ικάσομαι, καὶ ἐλέγξω παρανομοῦντας. ∆εικνὺς δὲ τὴν τῆς παρανομίας ὑπερβολὴν, τὴν τῶν ἐθνῶν ἐξετάσαι πολιτείαν παρακελεύεται, τῶν τε ἑσπερίων καὶ τῶν ἑῴων, καὶ γνῶναι εἴ τινες ἐκείνων ἤμειψαν τοὺς πατρῴους θεούς· καλεῖ δὲ Χεττιεὶμ μὲν τὴν Κύπρον, καὶ τὰς περὶ αὐτὴν νήσους, καὶ δι' αὐτῶν τὰ ἑσπέρια μέρη· Κηδὰρ δὲ, τοὺς τὴν πρὸς ἥλιον ἀνίσχοντα ἔρημον οἰκοῦντας· διὰ δὲ τού 81.508 των, τὰ ἑῷα μέρη αἰνίττεται· καὶ διδάσκει ὡς ἐκεῖ νοι μὲν τοῖς πατρῴοις ἠκολούθησαν ἔθεσι, καὶ οὒς ἐδιδάχθησαν σέβειν θεούς· οὗτοι δὲ τὸν ὄντως Θεὸν ἠρνήθησαν. ∆ιὰ τοῦτο τὸν οὐρανὸν ἐκστῆναι ἔφη, καὶ φρίξαι τὴν γῆν· οὐκ ἐπειδὴ λογικὰ τὰ στοιχεῖα· ἀλλ' ὅτι ταῦτα, ὡς περιεκτικὰ τῆς κτίσεως, εἰς μαρτυρίαν μακάριος ἐκάλεσε Μωσῆς. "Πρόσεχε γὰρ, ἔφη, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." γʹ. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Λάκκους συν τετριμμένους τὰ εἴδωλα προσηγόρευσεν. Ὁ γὰρ λάκ κος χειροποίητος μέν ἐστιν, ἀναβλύζον δὲ ὕδωρ οὐκ ἔχει· τὸ δὲ ἐκ νεφῶν τικτόμενον, καὶ ἔνθεν κἀκεῖθεν συναθροι ζόμενον δέχεται· εἰ δὲ καὶ διεῤῥωγὼς ᾖ καὶ συντετριμ μένος, παραυτίκα τὸ ἐξ οὐρανοῦ συνειλεγμένον ἀπόλ λυσι· Τοιαύτη τῶν εἰδώλων ἡ φύσις. Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης· ὃ δὲ παρὰ τού των κομίζεται κάλλος, ἀφαιρεῖται ὁ χρόνος· ὁ δὲ ἀλη θῶς Θεὸς, ζωῆς ἀεννάου πηγή. Εἶτα κατ' ἐρώτησιν· ιδʹ, ιεʹ. Μὴ δοῦλός ἐστιν Ἰακὼβ, ἢ οἰκογενής ἐστιν Ἰσραήλ; ∆ιατί εἰς προνομὴν ἐγένετο; Ἐπ' αὐτὸν ὠρύοντο λέοντες. Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν· ὅτι δὲ καὶ καθ' ἑαυτὸν ἐπολιτεύετο τῆς ἐμῆς ἀπο λαύων προνοίας, δῆλον ἦν ἅπασι. Περιφανὴς γὰρ ἦν καὶ περίβλεπτος. Τί τοίνυν τῆς αἰχμαλωσίας τὸ αἴ τιον; Τί δή ποτε τοῖς ἐπιοῦσιν αὐτῷ βασιλεῦσιν ἐγένετο πρόχειρος; Λέοντας γὰρ τοὺς βασιλέας ὠνό μασε. Τούτους λέγει καὶ τὴν γῆν αὐτοῦ διχάσαι, καὶ τὰς