1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

5

πόλεις ἐμπρῆσαι. Ταῦτα δὲ οὐ μόνον ὑπὸ Ἀσσυρίων πεπόνθατε· ἀλλὰ καὶ ὑπὸ Αἰγυπτίων. Ἔτι γάρ φησιν· ιϛʹ. Υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιξάν σου. Οἱ τὰ πολυθρύλλητα ἐκεῖνα σοῦ χάριν ὑπομείναντες· οὓς τὸ τελευταῖον τῷ θαλατ τίῳ βυθῷ παραδέδωκα. Εἶτα τῆς ἀσθενείας τὴν αἰτίαν διδάσκει· 81.509 ιζʹ. Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας. "Ἐν τῷ καιρῷ ἄγοντός σε ἐν τῇ ἐρήμῳ." Εὐθὺς γὰρ Αἰγυπτίων ἀπαλλα γεὶς, ἐμὲ μὲν ἐγκατέλιπες, τὸν δὲ μόσχον ἐθεο ποίησας. ιηʹ. Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηῶν; Καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσ συρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν; Ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν· ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον· Γηῶν γὰρ τὸν Νεῖλον καλεῖ. ιθʹ. Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κα κία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πι κρὸν καὶ πονηρόν σοι τὸ καταλιπεῖν σὲ ἐμὲ, λέ γει Κύριος ὁ Θεός σου. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου. Ἐμὲ, φησὶν, εἰς συμμαχίαν οὐκ ἐκάλεσας, ἀλλ' ἐκείνους. ∆ιὰ τοῦτο ἐκείνοις σε παρέδωκα. Τοιοῦτό τι πεπόνθασι καὶ οἱ τὸν Σω τῆρα σταυρώσαντες· ἀρνηθέντες γὰρ αὐτὸν, ἔλεγον μὴ ἔχειν βασιλέα εἰ μὴ Καίσαρα, οὗ δὴ χάριν αὐτοὺς Καίσαρι παραδέδωκεν. κʹ. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέῤῥηξας τοὺς δεσμούς σου, καὶ εἶπας· Οὐ δουλεύσω σοι. Ἀρχαιότροπα δέ σου τὰ ἐπιτηδεύ ματα· ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι. Καὶ τοὺς βωμοὺς καὶ τὰ ἄλση τῆς κατὰ νόμον πολι τείας προὐτίμησας. καʹ. Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρπο φόρον, πᾶσαν ἀληθινήν. Οὐχ ἁπλῶς δὲ τὸ "πᾶ σαν" προστέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε θεῖοι προφῆται, καὶ οἱ τούτοις ἑπόμενοι· ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων γὰρ ἴσως ἐπεμελήθην. "Πῶς ἐστράφης μοι εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο τρία;" Εἰ διέμεινεν ἀληθινὴ, οὐκ ἂν ἦν ἀλλο τρία· ἐπειδὴ δὲ εἰς πικρίαν μετεβλήθη, οὐκέτι ἀληθινὴ, ἀλλ' ἀλλοτρία καλεῖται. Οὕτω καὶ ὁ μέγας ἔφη Μωσῆς· "Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν." Ὅθεν καὶ χολὴν τῷ ∆εσπότῃ προσήνεγκαν. Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστρά φησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξ 81.512 αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθι νὴν ὀνομάζει, λέγων· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη θινή·" τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας "κλήματα" προσηγόρευσεν. κβʹ. Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον μου, λέγει Κύριος. Πόαν τὰ ἀπὸ γῆς φυόμενα ῥύμματα ὀνομάζει· καὶ διδάσκει τρο πικῶς διὰ τούτων, ὡς τὰ κατὰ νόμον περιῤῥαντήρια ἀπαλλαγὴν ἁμαρτημάτων οὐ πραγματεύεται· ἀλλ' εἰλικρινὴς μεταμέλεια, καὶ πονηρίας ἀπαλλαγή. Μετὰ ταῦτα τὴν ἀναίδειαν αὐτῆς ἐξελέγχει. κγʹ. Πῶς ἐρεῖς· Οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; Εἶτα τὸ προφανὲς τῆς ἀσε βείας δείκνυσιν· "Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυ ανδρίῳ, καὶ γνῶθι τί ἐποίησας." Πολυάνδριον καλεῖ τὸ τῶν μνημάτων χωρίον. Ἐν ἐκείνῳ δὲ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς εἰδώλοις κατέκαιον. "Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε." Τὸ ὀψὲ ἀντὶ τοῦ βρα δέως τέθεικε· μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε. Τοῦτο καὶ μετὰ ταῦτα ὁ προφήτης φησὶ, τὰς δέκα φυλὰς ὀδυρομένας ὑποδεικνὺς, καὶ λεγούσας· "Ὕστερον αἰχμαλωσίας μετενόησα." κδʹ. Τὰς ὁδοὺς αὑτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. ∆ιὰ τοῦ ἐπλάτυνε, τὴν ἀπληστίαν τῆς ἀσε βείας ἐδίδαξεν. Ὕδατα δὲ ἐρήμου τὰ εἴδωλα προσ ηγόρευσεν, ὡς ἐρημοποιὰ, καὶ πανωλεθρίας πρόξενα. "Ἐν ἐπιθυμίαις ψυχῆς αὑτῆς ἐπνευματοφορεῖτο." Ἃ γὰρ ἀκούειν ἠβούλοντο, ταῦτα οἱ