1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

26

μεμένηκε, Κύριε· ὑπολαμβάνουσι γὰρ μὴ ἐφορᾷν σε, μηδὲ βλέπειν τὰ ὑπ' αὐτῶν τολ μώμενα. 81.580 εʹ. Σοῦ οἱ πόδες τρέχουσιν εἰς κακίαν, καὶ ἐκλύσουσί σε. Πῶς παρασκευάσῃ ἐφ' ἵπ ποις, καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσε· "Μετὰ πεζῶν τρέχουσα ἡττήθης," καὶ πῶς ἀντιστῆναι ἱππεῦσι δυνήσῃ; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ γειτονεύοντες πολέμιοι, Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι πεζεύοντες ἐπολέμουν· πολλάκις δὲ ἡττήθης πολεμοῦσα ἐκείνοις. Πῶς τοίνυν δυνήσῃ, φησὶν, ἀν τιστῆναι Βαβυλωνίοις ἐφ' ἵππων παραταττομένοις; Κατὰ δὲ τὴν Ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, Ὅτι ὁ διὰ τὴν πονηρίαν σου δρόμος ἐξέλυσέ σε, καὶ τῆς ἰσχύος ἐγύμνωσε· ῥώμης δὲ καὶ ἰσχύος ἐστερημένη, πῶς δυνήσῃ ἀντιστῆναι, καὶ παρα τάξασθαι τοῖς μετὰ πλείστων ἵππων στρατεύουσιν; Ἀμφότερα δὲ τέθεικα τὰ νοήματα, τοῖς ἐντευξομέ νοις προτιθεὶς τὴν ἐπὶ τοῦ κρείττονος αἵρεσιν. Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Ὁ Σύρος οὕτως εἶπε· "Πῶς περάσεις τὸν Ἰορδάνην πλημμυ ροῦντα;" Τροπικῶς δὲ ποταμὸν πλημμυροῦντα τῆς στρατιᾶς τῶν πολεμίων τὸ πλῆθος ἐκάλεσεν· ἀν έμνησε δὲ αὐτοὺς καὶ τῶν ἐπὶ Ἰησοῦ τοῦ Ναυή· ὅτι Ἡνίκα σου ἐπεμελούμην, τὸν ποταμὸν ἐκεῖνον πλημ μυροῦντα διέβης. ϛʹ. Ὅτι καὶ οἶκος τοῦ πατρός σου, καὶ οὗ τοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου· καὶ οὗτοι αὐτοὶ συνήχθησαν ἐπὶ σοί. Πολλοὶ γὰρ, ὡς εἰκὸς, καὶ ἐκ τῶν δέκα φυλῶν, τῶν ἤδη γεγενημένων αἰχμαλώτων, συνεστρα τεύοντο τοῖς πολεμίοις. "Μὴ πιστεύσῃς, ὅτι λαλοῦσι πρὸς σὲ καλά." Τοιοῦτος ἦν ὁ Ῥαψάκης, τῇ Ἑβραίων κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν· ταῦτα μεταξὺ εἰρηκὼς ὁ προφήτης, τὴν περὶ τοῦ ∆εσπότου προφητείαν ἀναλαμβάνει, καὶ τὴν Ἰουδαίων πανωλεθρίαν προαγορεύει, καί φησιν ἐκ προσ ώπου τοῦ Θεοῦ· ζʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου· ἀφῆκα τὴν κληρονομίαν μου· ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τὴν οἰκείαν δείκνυ σιν ἀγαθότητα, καὶ τὴν ἐκείνων βδελυρίαν ἐλέγχων διδάσκει· αὐτὸς μὲν γὰρ ἀγαπητικοῖς κέχρηται ῥή μασι, καὶ ψυχὴν αὑτοῦ ἠγαπημένην τὴν πολεμίαν καλεῖ· ἐκείνη δὲ τὰ δυσμενῶν καὶ ἐπιβούλων ἐργά ζεται· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ηʹ. Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἀντὶ γὰρ νύμφης θηρίον ἐγένετο, καὶ τὸν νυμφίον κατέφαγεν. "Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς." Τὴν τῆς προφητείας ἀλήθειαν διδάσκει τὰ Εὐαγγέλια· μανθάνομεν γὰρ ἐκεῖθεν ὡς ἐβόων, "Αἶρε, 81.581 αἶρε, σταύρωσον αὐτόν." -"∆ιὰ τοῦτο ἐμίσησα αὐτήν." Τῆς τιμωρίας τὸ δίκαιον ἔδειξε. θʹ. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; ἢ σπήλαιον κύκλῳ αὐτῆς; Ἐν τοῖς ἔμ προσθεν ἑρμηνευομένοις, σπήλαιον λῃστῶν τὸν ναὸν προσηγόρευσε διὰ τὴν τῶν λειτουργούντων παρα νομίαν· ἐνταῦθα δὲ σπήλαιον ὑαίνης, οὐ μόνον τὴν πόλιν καλεῖ, ἀλλὰ καὶ τὰ ταύτης κύκλῳ, τουτέστι τὴν Ἰουδαίαν· καὶ πάλιν τῆς εἰς αὐτὸν γεγενημένης παρανομίας κατηγορεῖ. Ἐμοὶ γὰρ, φησὶ, ἐγένετο σπήλαιον ὑαίνης. Εἶτα τὸν ἔσχατον αὐτῆς ὄλεθρον προθεσπίζει. "Βαδίσατε, συναγάγετε ἐπ' αὐτὴν πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν φαγεῖν αὐτήν." Τῆς γὰρ οἰκουμένης Ῥωμαῖοι τὸ κράτος δεξάμενοι, καὶ τὴν στρατιὰν ἐκ διαφόρων συναγα γόντες ἐθνῶν, τοὺς μὲν κατέσφαξαν, τοὺς δὲ δορυ αλώτους ἀπήγαγον. Αἰτίους δὲ τῆς ἀσεβείας τοὺς τοῦ νόμου διδασκάλους γεγενῆσθαί φησιν· ἐπάγει γάρ· ιʹ, ιαʹ. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπε λῶνά μου· ἐμόλυναν τὴν μερίδα μου· ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβα τον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. Οἱ γὰρ Ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι, τὸν λαὸν ἐξαπατήσαντες, καὶ τὸν ∆εσπότην σταυρώσαν τες, προεξένησαν τοῖς Ἰουδαίοις τὰ πολυθρύλλητα ἐκεῖνα κακά. Καὶ τοῦτο διδάσκει σαφέστερον· "∆ι' ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ." Πᾶσαν γῆν τὴν τοῦ Ἰσραήλ φησι· διὰ γὰρ τὰ εἰς αὐτὸν