1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

74

στρατιὰν ἀπὸ τῶν βορειο τέρων καὶ ἑῴων συνειλεγμένην μερῶν· συνῆν δὲ αὐτῷ καὶ νησιωτῶν πλῆθος, ὃ τὴν ἑσπέραν ᾤκει· καὶ προσέλαβε δὲ ἐπ' αὐτὸν, καὶ Αἰγυπτίους, καὶ Λίβυας, καὶ Αἰθίοπας, οἳ τὸ νοτιώτερον οἰκεῖν ἔλαχον τμῆμα. Ταῦτα ὁ προφητικὸς προεθέσπισε λόγος. 81.737 λζʹ. Καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὑτῶν, τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν· καὶ ἐπάξω ἐπ' αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, φησὶ Κύριος, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου, ἕως οὗ ἀναλώσῃ αὐτούς. Πάλιν μάχαιραν αὑτοῦ τοὺς Βαβυλωνίους ἐκάλεσε· δι' αὐτῶν γὰρ καὶ τούτους εἰσεπράξατο δίκας. ληʹ. Καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ, καὶ ἀπολῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας, φησὶ Κύριος. Τὸ, "θήσω τὸν θρόνον μου," ἀντὶ τοῦ, ἐκεῖ δικάσω, καὶ τὴν ψῆφον ἐξοίσω, οἷόν τισι δημίοις κε χρημένος τοῖς πολεμίοις. Ἔχει δὲ καὶ νῦν ἐκεῖ τὸν θρόνον, εἰς εὐσέβειαν καὶ ταύτης μεταβληθείσης τῆς πόλεως· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἀληθὴς ἡ πρόῤῥησις. λθʹ. Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν, ἐπι στρέψω τὴν αἰχμαλωσίαν Αἰλὰμ, λέγει Κύριος. Ἡγοῦμαι καὶ διὰ ταύτην, καὶ διὰ τὰς ἄλλας, αἷς τὴν ἀνάκλησιν ἐπηγγείλατο, μὴ μόνης τῆς αἰσθητῆς αἰχμαλωσίας ὑπισχνεῖσθαι τὴν ἐλευθερίαν τὸν ἀγα θὸν ∆εσπότην, ἀλλὰ καὶ τῆς νοητῆς· πλείονα γὰρ ποιεῖται τῶν ψυχῶν ἐπιμέλειαν· διὰ γάρ τοι τοῦτο καὶ τοῖς σώμασι τὰς παιδείας προσφέρει. Προλέγει τοίνυν τὴν τοῦ διαβόλου κατάλυσιν, καὶ ἀσεβείας τὴν παῦλαν, καὶ τὴν τῶν αἰχμαλώτων ὑπὸ τῆς ἁμαρ τίας γεγενημένων ἀνθρώπων ἐλευθερίαν. Ἧς τε τυχηκότες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν, καὶ τὴν ἐλευθέραν ζωὴν ἀγαπήσωμεν, καὶ τὴν προτέραν βδελυξώμεθα δουλείαν· ἵνα καὶ σὺν παῤῥησίᾳ τῷ ∆εσποτικῷ βήματι παραστῶμεν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ δικαίου κριτοῦ, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγα λοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ι. ΚΕΦΑΛΑΙΟΝ Νʹ. Τὰ τοῖς ἄλλοις ἔθνεσι συμβησόμενα προθεσπίσας, τῆς Βαβυλῶνος λοιπὸν προλέγει τὸν ὄλεθρον. βʹ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκου στὸν ποιήσατε, καὶ ἐπάρατε σημεῖον· ἀκου 81.740 τίσατε, καὶ μὴ κρύψητε· εἴπατε, Ἑάλω Βαβυλών. Ἐπειδὴ τὰς ἄλλας βασιλείας καταλύσας τῶν Βαβυ λωνίων ὁ βασιλεὺς, ὑπὸ τὴν ἑαυτοῦ τελεῖν δυνα στείαν ἠνάγκασε, μηνυθῆναι κελεύει τοῖς ἔθνεσι τὴν ταύτης κατάλυσιν. "Κατῃσχύνθη Βήλ." Εἴδωλον ἦν σφόδρα παρὰ τῶν Βαβυλωνίων τιμώμενον· καὶ τινὲς μὲν ∆ία τοῦτο καλοῦσι, τινὲς δὲ Κρόνον. Λέγει δὲ καταισχυνθῆναι· πρῶτον μὲν ὡς ἐπαρκέσαι τοῖς προσκυνοῦσιν οὐ δυνηθέντα, ἔπειτα ὡς τῶν τιμών των παντελῶς στερηθέντα. "Ἡ ἀπτόητος, ἡ τρυ φερά." Καὶ τὸ δυνατὸν αὐτῶν δεδήλωκε, καὶ τὸ ἁβροδίαιτον. "Παρεδόθη Μαιρωδάχ." Καὶ τὸν πρῶτον Βαβυλωνίων βασιλεύσαντα Μαιρωδὰχ ὠνό μασαν. Ἐνταῦθα τοίνυν ἢ τὸν τελευταῖον λέγει, ἐφ' οὗ γέγονεν ἡ τῆς βασιλείας κατάλυσις, ἢ τὸν πρῶτον, ὃς ἀπὸ τῆς Νινευῒ εἰς τὴν Βαβυλῶνα τὴν βασιλείαν μετέθηκε. Καὶ ἐπὶ μὲν τοῦ δευτέρου λάβοι τις ἂν, καὶ ἐπὶ τοῦ πρώτου, τὸ "παρεδόθη·" ἐπὶ δὲ τοῦ δευτέρου τὴν βασιλείαν αὐτήν· λέγει δὲ αὐτῆς καὶ τὰ εἴδωλα πάντα καταισχυνθῆναι, καὶ γενέσθαι δήλην αὐτῶν τὴν ἀσθένειαν. Ἔθνος δὲ ἀπὸ βοῤῥᾶ κατὰ τῆς Βαβυλῶνος στρατεῦσαν τοὺς Μήδους λέγει. Οὗτοι δὲ, φησὶ, καὶ τὴν γῆν αὐτῶν ἀπέφηναν ἔρημον, καὶ αὐτὴν ἐξεπόρθησαν. Κατὰ τοῦτον, φησὶ, τὸν καιρὸν