1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

54

ΚΕΦΑΛ. ΛΒʹ. Καὶ ἐνταῦθα τοίνυν ἐπηγγείλατο ταῦτα· ἐπειδὴ δὲ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐλύττησαν, καὶ καθ' ἑαυτῶν τὴν δίκην ἐκίνησαν, ἐντεῦθεν ἐφ' ἑτέραν μεταβαίνει προφητείαν, ἧς ἐδέξατο τὴν ἐνέργειαν ἐν τῷ δεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας. Οὗτος δὲ ἦν 81.672 ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος. Ἐπολιορκεῖτο δὲ ὑφ' αὐτοῦ κατὰ τόνδε τὸν καιρὸν ἡ πόλις· ὁ δὲ προφήτης δεσμωτήριον ᾤκει, ἐμβεβληκότος αὐτὸν Σεδεκίου τοῦ βασιλέως, ἐπειδήπερ τῆς πόλεως τὴν ἅλωσιν προηγόρευσε, καὶ τοῦ βασιλέως καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. ∆ιὰ τοῦτο φησὶ, "τὸ δεσμωτήριον ᾤκει." Προτάτ τεται δὲ ὅμως ὑπὸ τοῦ Θεοῦ πρίασθαι τὸν τοῦ ἀδελ φοῦ ἀγρόν· "Σοὶ γὰρ, φησὶν, ἡ ἀγορασία προσ ήκει, ὡς πελάζοντι κατὰ τὴν συγγένειαν." Ἀφίκετο δὲ πρός με καὶ ὁ τοῦτον ἀποδιδόμενος, καὶ ἐπριάμην ὡς προσετάχθην, καὶ τὴν περὶ τούτου συγγραφὴν ἐδεξάμην, πάντων παρόντων, τοῦ τε ἀποδομένου καὶ τῶν μεμαρτυρηκότων. Ταύτην δέδωκε τῷ Βα ροὺχ, τὸν Θεὸν εἰρηκὼς προστεταχέναι ἐν ἀγγείῳ τοῦτο τεθεῖναι ὀστρακίνῳ, ὥστε εἰς πολλὰς διαρκέσαι ἡμέρας. Τοῦτο δὲ γενέσθαι προσέταξεν ὁ Θεὸς, καὶ δι' αὐτῶν πείθων τὸν λαὸν τῶν πραγμάτων, ὅτι ἀλη θῶς ἐκ τῆς αἰχμαλωσίας ἀνακληθήσονται, καὶ τὴν πατρῴαν γῆν ἀπολήψονται. Τοῦτο γὰρ καὶ ὁ προφή της ἔφη· ιεʹ. Ὅτι οὕτως εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Ἔτι κτηθήσονται οἰκίαι, καὶ ἀγροὶ,καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. Τούτων δὲ οὕτως γεγενημένων, ἱκετείαν ἐγὼ, φησὶ, προσενήνοχα τῷ ∆εσπότῃ, ταῦτα λέγων ὅτι, Οὐρανοῦ καὶ γῆς εἶ δη μιουργὸς, καὶ πάντα ἐφορᾷς, καὶ οὐδέν σε λέληθεν, οὔτε τῶν παρόντων, οὔτε τῶν ἐσομένων· ἔχεις δὲ καὶ ἐλέου θησαυροὺς ἀμετρήτους, εἰσπράττῃ δὲ καὶ τῶν ἁμαρτημάτων εὐθύνας. Εἰ δὲ καὶ οἱ παῖδες τὴν τῶν πατέρων πονηρίαν μιμήσαιντο, μείζους αὐτοῖς τιμω ρίας ἐπάγεις, ὡς τοῖς πατρῴοις μὴ παιδευθέντας κακοῖς. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα προστεθεικὼς, καὶ τῶν ἐν Αἰγύπτῳ γεγενημένων μνημονεύσας θαυ μάτων, καὶ τῶν μετὰ τὴν ἐκεῖθεν ἀπαλλαγὴν παρα σχεθεισῶν δωρεῶν, καὶ μέντοι καὶ τῆς τῶν εὐεργετη θέντων ἀχαριστίας, πυνθάνεται, τί δή ποτε τῶν πο λεμίων προκαθημένων, καὶ τὴν πόλιν πολιορκούντων, καὶ τῶν ἔνδον ὑπὸ τοῦ λιμοῦ καὶ λοιμοῦ φθειρομέ νων, ἀγρόν μοι προσέταξας πρίασθαι, καὶ τὴν περὶ τούτου λαβεῖν συγγραφὴν, ἀναστάτου γιγνομένης τῆς πόλεως; Πρὸς ταῦτά φησιν ὁ Θεός· κζʹ. Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός· μὴ ἀπ' ἐμοῦ κρυβήσεται πᾶς λόγος; Ὁ πάντων, φησὶ, δημιουργὸς καὶ ∆εσπότης, ἀγνοῆσαί τι δύναται τῶν γιγνομένων; κηʹ. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· παραδιδο μένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλδαίων, καὶ εἰς χεῖρας Ναβουχοδονόσορ βασι λέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν. Εἶτα λέγει ὅπως εἰσελθόντες ἐμπρήσουσιν αὐτὴν, καὶ οἰκίας ἐν αἷς ἔθυον τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέ ροις. Ἐλέγχει καὶ τὸν τῶν γιγνομένων σκοπὸν. 81.673 "Πρὸς τὸ παραπικράναι με." Παραδίδωμι δὲ, φησὶ, τὴν πόλιν διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Ἀεὶ γάρ με παροξύναντες διετέλεσαν, ἀφ' ἧς ἡμέρας ᾠκοδόμησα αὐτὴν, ἕως τῆς ἡμέρας ταύτης. Οὗ δὴ χάριν ἐδοκίμασα ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, περὶ πάσης τῆς κακίας τῶν υἱῶν Ἰσραὴλ, καὶ υἱῶν Ἰούδα. Ὁμοθυμαδὸν γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, καὶ οἱ ἄρχοντες, καὶ οἱ τὰ ψευδῆ προφη τεύοντες, σὺν παντὶ τῷ λαῷ, ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτον, καὶ οὐ πρόσωπον· ἐμὲ γὰρ καταλιπόντες, τοῖς εἰδώλοις ἐλάτρευον. ∆ιδάσκει δὲ καὶ ὁ μακάριος Ἐζεκιὴλ, ὡς τὰ νῶτα τῷ ναῷ διδόντες, προσεκύνουν τὸν ἥλιον· ἐγὼ δὲ, φησὶν, οὐ διέλιπον διὰ τῶν προ φητῶν ἐκπαιδεύων αὐτοὺς τὴν ἀλήθειαν. Αὐτοῖς δὲ οὐκ ἀπέχρησεν ἡ ἐν ταῖς οἰκίαις ἀσέβεια, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ἀφιερωμένῳ μοι οἴκῳ ἔστησαν τὰ τῶν εἰδώλων ἰνδάλματα. λεʹ. Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ, ἐν φάραγγι υἱοῦ Ἐννὼμ, πύργους τοὺς ἐν Γέβ. Καὶ ἐντεῦθεν δῆλον, ὡς τὸ Θαφὲθ εἰδώλου