1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

66

ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛ. Μϛʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην ἐπὶ πάντα τὰ ἔθνη. Πέρας ἐπιθεὶς ταῖς περὶ τοῦ λαοῦ προφητείαις, τοῖς ἄλλοις ἔθνεσι τὰ γενησόμενα προθεσπίζει, διδάσκων ὅτι πάντων ἐστὶ καὶ δημιουργὸς, καὶ Θεὸς, καὶ ∆ε σπότης. Τὰ πρῶτα μέντοι περὶ τῆς Αἰγύπτου διέξεισι· διδάσκει δὲ καὶ τὸν τῆς προφητείας καιρόν· μετὰ γὰρ τὴν τοῦ Φαραὼ Νεχαὼ τελευτὴν ἡ πρόῤῥησις γίνεται· οὗτος δὲ παρὰ τὸν Εὐφράτην ποταμὸν τὸν Ἰωσίαν ἀνεῖλεν· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως. γʹ, δʹ. Ἀναλάβετε ὅπλα, καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον. Καὶ ἐπισάξατε ἵππους, ἐπίβητε ἱππεῖς, κατάστητε ἐν ταῖς περι κεφαλαίαις ὑμῶν, προβάλλετε δόρατα, καὶ ἐν δύσασθε θώρακας ὑμῶν. Ἐπειδὴ τούτοις ἐθάῤ ῥουν, ἱππικῇ τε ἐμπειρίᾳ, καὶ πανοπλίᾳ, τούτοις κε χρῆσθαι παρακελεύεται, διδάσκων ὡς ἀνόνητα ταῦτα. Τὰ γὰρ ἑξῆς τοῦτο δηλοῖ. 81.709 εʹ. Τί ὅτι αὐτοὶ πτοοῦνται, καὶ ἀποχωροῦσιν ὀπίσω; ∆ιότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. Φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμε νοι κυκλόθεν, λέγει Κύριος. Εἶτα προσ τακτικῶς· ϛʹ. Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ βοῤῥᾶν· τὰ πρὸς Εὐφράτην ἠσθέ νησαν, καὶ πεπτώκασιν. Ἔπειτα τῆς προτέρας εὐπραξίας ἀναμιμνήσκει· ζʹ, ηʹ. Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνει τὰ ὕδατα αὐτοῦ, Αἴγυ πτος ὡς ποταμὸς ἀναβαίνων, καὶ ὡς ποταμὸς ἐκταράσσει τὰ ὕδατα αὑτῆς. Ἐπιδείκνυσι δὲ αὐτῆς καὶ τοὺς ἀλαζονικοὺς λόγους. "Καὶ εἶπεν, Ἀναβήσομαι, καὶ κατακαλύψω γῆν, καὶ ἀπολῶ πόλιν, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ." Καὶ διδά σκων, ὡς οὐ συμβαίνει τὰ πράγματα τῇ φαντασίᾳ τῶν λογισμῶν, εἰρωνικῶς φησιν· θʹ. Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθετε, οἱ μαχηταί. Λέγει δὲ τῶν Αἰγυπτίων τοὺς ἐπικούρους. "Αἰθίοπες καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοὶ ἀνάβητε, ἐκτινά ξατε τόξον." Εἶτα διδάσκει ὡς τοῦ Θεοῦ νεύοντος καταλύεται τῶν Αἰγυπτίων τὸ θράσος. ιʹ. Καὶ ἡ ἡμέρα ἐκείνη τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως, τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὑτοῦ· καὶ καταφάγεται ἡ μάχαιρά μου κρέατα, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν. ∆ηλοῖ δὲ διὰ τούτων τῶν ἀνῃρημέ νων τὸ πλῆθος. "Ὅτι θυσία τῷ Κυρίῳ Σαβαὼθ ἀπὸ γῆς βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ." Ἐπειδὴ δίκας τῆς ἀσεβείας ἔδωκαν οἱ Αἰγύπτιοι καὶ τοῦ Θεοῦ βουληθέντος ἀνῃρέθησαν, διὰ τοῦτο θυσίαν κέκληκε τὴν ἐκείνων σφαγήν. ιαʹ. Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρ θένῳ θυγατρὶ Αἰγύπτου. Καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ῥητίνην καὶ στακτὴν ἀπεκόμισαν εἰς τὴν Αἴγυπτον. Ἡ δὲ ῥητίνη δένδρων ἐστὶ δάκρυον εἰς φάρμακα ἐπιτήδειον· γεωργεῖ δὲ μάλιστα ταύτην ἡ Γαλαάδ· εἴρηκε δὲ ταῦτα κατ' εἰρωνείαν, δεικνὺς τὸ τοῦ πά θους ἀνήκεστον. Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς. "Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου· ὠφέλεια οὐκ ἔστιν ἐν σοί." Καὶ δεικνὺς τὸ μέγεθος τῆς πληγῆς, ἐπ ήγαγεν· ιβʹ. Ἤκουσαν ἔθνη φωνῆς σου, καὶ τῆς κραυ γῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μα χητὴν ἠσθένησεν· ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφό τεροι. Προηγόρευκε διὰ τούτων καὶ τὴν ἐσομένην τῶν νενικηκότων κατάλυσιν. Ταῦτα μενοῦν περὶ τῆς 81.712 προτέρας ἥττης προεθέσπισεν ὁ προφήτης. Ἐν δὲ τοῖς ἑξῆς προλέγει τὴν εἰς Αἴγυπτον Ναβουχοδονόσορ στρατιὰν, καὶ παρεγγυᾷ μηνυθῆναι τὴν πρόῤῥη σιν τῇ Μαγδώλῳ, καὶ τῇ Μέμφει, καὶ τῇ Ταφνὰς, καὶ μέντοι καὶ πάσῃ τῇ Αἰγυπτίων βασιλείᾳ, καί φησιν· "Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτὴν, ὅτι κατέφαγεν ἡ μάχαιρα τὴν σμίλακά σου." Ὁ Σύ ρος τὴν σμίλακα, "τὰ ἐν κύκλῳ σου" ἡρμήνευσε· ταυτὸ δὲ τοῦτο καὶ ἡ σμίλαξ αἰνίττεται· βοτάνη γάρ ἐστι συμπλεκομένη τοῖς παραφυομένοις