1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

35

κεραμέα σκεῦός τι διαπλάττοντα· εἶτα τοῦτο διαπεσὸν καὶ συντριβὲν ἄνωθεν νεουργοῦντα. δʹ. Καὶ ἔπεσε γὰρ, φησὶ, τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐκ τοῦ πηλοῦ, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. Οὕτω δείξας τὸν κεραμέα τοῦ πηλοῦ τὴν ἐξουσίαν ἔχοντα, καὶ ὡς ἂν ἐθέλῃ, κατασχηματίζοντα τοῦτον, πρὸς τὸν προφήτην φησίν· Εἰπὲ αὐτοῖς· ϛʹ. Εἰ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δύναμαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραήλ; φησὶ Κύριος. Ἰδοὺ ὡς πηλὸς ἐν χειρὶ τοῦ κεραμέως, οὕ τως ὑμεῖς ἐν ταῖς χερσί μου ἐστὲ, οἶκος Ἰσραήλ. Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ· οὕτως ἐμοὶ ῥᾴδιον, καὶ τιμωρίᾳ παραδοῦναι, καὶ σωτηρίαν χαρί σασθαι, καὶ τοὺς ἐν εὐπραξίᾳ συμφοραῖς παραδοῦναι, καὶ αὖ πάλιν τοῖς ἐν δυσκληρίᾳ εὐημερίαν χαρίσα σθαι. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ζʹ, ηʹ. Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ βασι λείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ τοῦ ἀπολλύειν. Καὶ ἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ κακῶν αὑτῶν· καὶ μετανοήσω ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Μὴ ἀπαγορεύσητε, φησὶ, τὴν σωτηρίαν· καὶ γὰρ εἰ καταψηφίσομαι ἔθνους, καὶ ἀπειλήσω τιμωρίαν ἐσχά την, ἴδω δὲ αὐτῶν τὴν μεταμέλειαν, οὐκ ἐπάγω τὴν τιμωρίαν, ἀλλ' ὀρέγω τὸν ἔλεον. Κἂν πάλιν ὑπόσχωμαι ἀγαθῶν ἀφθονίαν, καταφρονήσαντες δὲ ἐκεῖνοι πονηρίαν ἀσπάσωνται, οὐ περανῶ τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Τοῦτο τοίνυν εἰδότες, φησὶ, μὴ ἀπαγορεύσητε τὰ χρηστότερα, ἀλλὰ προσενέγ κατε τὴν μετάνοιαν, καὶ τὴν σωτηρίαν καρπώσα σθε. ιαʹ. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, πλάσσω ἐφ' ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν· ἀποστραφήτω ἕκαστος ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ καλ 81.609 λίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ τὰς ὁδοὺς ὑμῶν. Ἀλλ' αὐτὸς μὲν φιλάνθρωπος ὢν, τοι αῦτα προσενήνοχε φάρμακα· ἐκεῖνοι δὲ τοῦ ἰατροῦ τὰς ὑποθήκας οὐκ ἐδέξαντο. ιβʹ. Ἀλλ' εἶπον, φησὶν, Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὑτοῦ ποιή σομεν. "Ἀποστροφὰς" καλεῖ τὴν τῶν χειρόνων ὁδόν. ιγʹ. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἐρωτήσατε ἔθνεσι, Τίς ἤκουσε τοιαῦτα φρικτὰ σφόδρα, ἃ ἐποίησε παρθένος θυγάτηρ Ἱερουσαλήμ; Παρ θένον αὐτὴν καλεῖ, οὐχ ὡς οὐκ ἀκόλαστον, ἀλλ' ὡς ὡραϊζομένην, καὶ ἐπὶ τῷ κάλλει σεμνυνομένην. ιδʹ. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλίνει ὕδωρ βι αίως ἀνέμῳ φερόμενον; Αἱ πηγαὶ, φησὶν, ἀπαύ στως ἀναβλύζουσιν, ὁ Λίβανος ἔχει τὴν χιόνα διηνε κῶς, τὸ ῥύμῃ φερόμενον ὕδωρ τετριμμένην τρίβον ὁδεύει· οὗτοι δὲ τοῦ νόμου κατέλιπον τὴν ὁδὸν, καὶ τῶν ἐμῶν ἐντολῶν οὐδεμία παρ' αὐτοῖς μνήμη· τοῦ το γὰρ δηλοῖ τὰ ἑξῆς. ιεʹ. Ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενοῦσιν ἐν ταῖς ὁδοῖς αὑ τῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιβῆναι τρίβον οὐκ. ἔχουσαν ὁδὸν εἰς πορείαν. Ἐπενόησαν, φη σὶν, ἀτραποὺς οὐκ ἐξ ἀρχῆς τετριμμένας, καὶ ταύ τας αἰωνίους ἀπέφηναν ὁδούς· ἀντὶ τοῦ, ταύταις ἀεὶ κεχρημένοι διατελοῦσιν. Οὗ χάριν αὐτῶν ἐρη μίᾳ παραδώσω τὴν γῆν· τοῦτο γὰρ ἐπήγαγεν. ιϛʹ. Τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ εἰς συρισμὸν αἰώνιον. Ὁ συρισμὸς τὴν ἐρη μίαν τῆς πόλεως δηλοῖ· οἱ γὰρ εὐπραγοῦσαν τὴν πόλιν ἰδόντες, εἶτα ἐρημωθεῖσαν θεώμενοι, συρί ζειν εἰώθασι, καὶ ταύτῃ δεικνύειν τὴν συμφο ράν. ιζʹ. Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Οὐδὲ φειδοῦς, φησὶ, παρὰ τῶν δυσμενῶν ἀπολαύσουσιν· ἀλλὰ μισήσουσιν αὐτοὺς, καθάπερ τις τὸν καύσωνα ἀπο στρέφεται. "Αὐχένα καὶ οὐ πρόσωπον δείξω αὐ τοῖς ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν." Ἴδιον γὰρ τῶν δορυαλώτων, καὶ τῶν δούλων, τὸ κύπτειν εἰς γῆν, ὡς μᾶλλον αὐτῶν τὸν αὐχένα ἢ τὸ πρόσωπον φαίνε σθαι. Καὶ ἄλλως δὲ δυνατὸν νοῆσαι· τῶν γὰρ ἀπ εστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶ μεν· δηλοῖ τοίνυν ὁ λόγος τοῦ Θεοῦ τὴν ἀποστρο φήν.