1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

59

ταῦτα· ιʹ. Ἀλλ' ἐὰν πατάξητε πᾶσαν τὴν δύναμιν τῶν Χαλδαίων τῶν πολεμούντων ὑμᾶς, καὶ κατα λειφθῶσί τινες ἐκκεκεντημένοι ἄνδρες ἐν αὐτοῖς, ἕκαστος ἐν τῇ σκηνῇ αὑτοῦ, οὗτοι ἀναστή σονται, καὶ κατακαύσουσι τὴν πόλιν ταύτην ἐν πυρί. Μὴ γὰρ δὴ νομίσητε τὴν τῶν Χαλδαίων ῥώ μην περιγίγνεσθαι. Ἀρκοῦσι γὰρ εἰς ὑμετέραν πανολεθρίαν καὶ ὀλίγοι τραυματίαι, δι' ἀσθένειαν καταλειφθέντες ἐν ταῖς σκηναῖς· ἀσθενεῖς γὰρ ὑμᾶς ἡ ἁμαρτία πεποίηκεν. Εἶτα διδάσκει, ὡς ἀνακωχῆς τινος αὐτοῖς γενομένης διὰ τὴν τῶν Χαλδαίων ὑπο χώρησιν, αὐτὸς μὲν πρὸς τοὺς οἰκείους αὑτοῦ ἐξελή λυθε, πρίασθαι ἄρτους βουλόμενος· Σερουΐα δέ τις ὑποπτεύσας αὐτὸν πρὸς τοὺς πολεμίους πεφευγέναι, εἰσήγγειλε παρὰ τοῖς ἄρχουσιν· οἱ δὲ ἀκούσαντες καθεῖρξαν αὐτὸν, οὐκ εἰς τὴν δημοσίαν εἱρκτὴν, "ἐπεπλήρωτο γὰρ, φησὶν, ἐκείνη," ἀλλ' εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως· συχνῶν δὲ διελθου σῶν ἡμερῶν, μεταπέμπεται μὲν αὐτὸν κρύβδην ὁ Σεδεκίας, καὶ ἔρεται, εἰ ἔστι λόγος παρὰ Κυρίου· ὁ δὲ προφήτης αὐτῷ προλέγει τὴν ἅλωσιν· μετὰ δὲ τὴν πρόῤῥησιν, αἰτιᾶται τὴν εἰς αὐτὸν γεγενημένην ἀδικίαν. ιηʹ, ιθʹ. Τί γὰρ, φησὶν, ἠδίκησά σε, καὶ τοὺς 81.688 παῖδάς σου, ὅτι ἐδώκατέ με εἰς τὸν οἶκον τῆς φυλακῆς· Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν, λέγοντες· Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐφ' ὑμᾶς ἐπὶ τὴν γῆν ταύ την; Τῶν πραγμάτων, φησὶ, δειξαμένων τὴν τῆς ἐμῆς προφητείας ἀλήθειαν, τῶν δὲ ὑμετέρων προφητῶν τὴν ψευδολογίαν, ἔδει κρίναι δικαίως, καὶ τοὺς ψευδομένους ἀπαιτῆσαι δίκας, οὐ τὸν τὰ ἀληθῆ προμηνύσαντα. Εἶτα παρακαλεῖ τῆς οἰκίας ἀπαλλαγῆναι τοῦ γραμματέως. Ὁ δὲ Σεδεκίας ἐκεῖ θεν μὲν αὐτὸν ἐξήγαγεν, εἰς δὲ τὸ δημόσιον αὐτὸν ἐξέπεμψε δεσμωτήριον, καὶ ἄρτον ἕνα καθ' ἑκάστην ἡμέραν χορηγηθῆναι προσέταξεν. ΚΕΦΑΛ. ΛΗʹ. Τινὲς μέντοι τῶν ἀρχόντων δυσχεράναντες τὰς κατὰ τῆς πόλεως γεγενημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις· (ἔλεγε γὰρ τοὺς μὲν αὐτομολοῦντας πρὸς τοὺς Χαλδαίους σωτηρίας ἀπολαύσεσθαι, τοὺς δέ γε τῆς πολιορκίας ἀνεχομένους ὀλέθρῳ παραδο θήσεσθαι), παροξύνουσι κατὰ τοῦ προφήτου τὸν βασι λέα, φήσαντες αὐτὸν χαυνοῦν τῶν πολεμεῖν δυνα μένων τὴν προθυμίαν ταῖς τοιαύταις χρησμολογίαις. Ὁ δὲ ἀνόητος βασιλεὺς τοῖς εἰσαγγείλασι τὸν προ φήτην ἐξέδωκεν· οἱ δὲ τὴν ἐξουσίαν λαβόντες, ἐχρή σαντο κατ' αὐτοῦ τῷ θυμῷ, καὶ καθῆκαν αὐτὸν εἰς λάκκον δυσώδη βόρβορον ἔχοντα. Καὶ Ἰουδαίων μὲν οὐδεὶς ἐπεκούρησε τῷ προφήτῃ, τοιαύτας ὑπὲρ τῶν θείων λογίων ἀπαιτουμένῳ δίκας. Ἀβδεμέλεχ δὲ ὁ εὐνοῦχος, ἀνὴρ Αἰθίοψ, ἐπιμέμφεται τῷ βασιλεῖ, καὶ μετὰ παῤῥησίας βοᾷ· (θʹ.) "Ἐπονηρεύσω ὡς ἐποίησας ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦ Θεοῦ ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει." ∆εξάμενος δὲ τὸν ἔλεγχον ὁ Σεδεκίας τὸν Ἀβδεμέλεχ ὑπουργὸν ποιεῖται τῆς τοῦ προφήτου σωτηρίας. Ὁ δὲ συνεργοὺς ἑτέρους λαβὼν, καὶ πα λαιὰ ῥάκη τῷ προφήτῃ ῥίψας, καὶ ταῦτα ταῖς μα σχάλαις ὑπὸ τὸ σχοινίον θεῖναι κελεύσας ἀνείλκυσεν αὐτὸν ἐκ τοῦ λάκκου Χερέθ. Χερὲθ δὲ τὸν λάκκον καλεῖ. Ἀναχθέντα δὲ αὐτὸν, καὶ τὸ δεσμωτήριον οἰκοῦντα, πάλιν ὁ βασιλεὺς μετεπέμψατο, καὶ εἰσ ήγαγε πρὸς αὐτὸν εἰς τὴν οἰκίαν Ἀσαλισαὴλ, "τὴν ἐν οἴκῳ Κυρίου." Ὁ δὲ Σύρος τοῦτο "ἔσω τριόδων" ἡρμήνευσεν· ἀξιοῖ δὲ τὸν προφήτην θεῖον αὐτῷ μηνύσαι λόγον, καὶ τ' ἀληθὲς μὴ κρύψαι. Ὁ δὲ προφήτης φησίν· ιεʹ. Ἐὰν ἀναγγελῶ σοι, οὐχὶ θανατώσεις με; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. Καὶ γὰρ ὡς προφήτης ᾔδει τὰ γενησόμενα, καὶ τὴν πεῖραν εἶχε διδάσκαλον. Τοῦ δὲ βασιλέως ὀμω μοκότος ἦν μὴν αὐτὸν μὴ παραδώσειν τοῖς δυσσε βέσιν, εἶπε πάλιν. 81.689 ιζʹ, ιηʹ. Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς