1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

51

ὅλων Θεὸν προσ κυνήσουσι. Παρακελεύεται δὲ αὐτοῖς, τὸν μὲν Θεὸν ἀνυμνεῖν μετ' εὐφροσύνης, κατὰ δὲ τῶν γειτονευόν των ἐθνῶν μέγα φρονεῖν. Τοῦτο γὰρ λέγει· "Χρεμε τίσατε ἐπὶ κεφαλὴν ἐθνῶν." Καὶ δηλώσατε διὰ τού του τὴν θείαν ἐπικουρίαν. Λέγει δὲ καὶ τὸν τῆς ἐπανόδου καιρόν. ηʹ. Συνάξω γὰρ αὐτοὺς, φησὶν, ἐν ἑορτῇ Φασὲκ ἀπ' ἐσχάτου τῆς γῆς. Τὸ δὲ Φασὲκ τὸ Πάσχα ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ. Καὶ τὸ πλῆθος αὐτῶν σημαίνων· "Ἐν αὐτοῖς, φησὶ, χωλὸς καὶ τυφλὸς, ἔγκυος καὶ τίκτουσα, ὁμοθυμαδὸν ἐκκλησία μεγάλη." Ἐν γὰρ ταῖς πολυανθρώποις πόλεσι πάντα ἔστιν εὑρεῖν τὰ τοιαῦτα. Ἀναμιμνήσκει δὲ καὶ τοῦ τῆς αἰχμαλωσίας κλαυθμοῦ· καὶ προλέγει τῆς ἐπανόδου τὴν θυμηδίαν, καὶ τὰς κατὰ τὴν ὁδοι πορίαν ψυχαγωγίας. "Ἐν παρακλήσει γὰρ, φησὶν, ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διορυγὰς ὑδάτων, ἐν ὁδῷ εὐθείᾳ, καὶ οὐ μὴ πλανηθῶσιν ἔτι ἐν αὐτῇ." Καὶ τὴν αἰτίαν τῆς κηδεμονίας δεικνὺς ἐπήγαγεν· "Ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραῒμπρωτότοκός μού ἐστιν." Ἐφραῒμ οὐ τὸν τοῦ Ἰωσὴφ καλεῖ υἱὸν, ἀλλὰ τὰς δέκα φυλάς· ἐν αὐταῖς δὲ ἦν Ῥουβὴν ὁ πρωτότοκος, καὶ Συμεὼν ὁ δεύτερος. 81.661 Ἐκαλοῦντο δὲ Ἐφραῒμ αἱ δέκα φυλαὶ, ἐπειδὴ τὰ βασίλεια ἐν τῷ κλήρῳ τοῦ Ἐφραῒμ ᾠκοδόμητο. Καὶ καθάπερ νῦν ἀπὸ τῆς Ῥωμαίων πόλεως Ῥωμαῖοι πάντες ὀνομαζόμεθα· οὕτως ἀπὸ τοῦ Ἐφραῒμ προσ ηγορεύοντο τηνικαῦτα αἱ δέκα φυλαί. Ταῦτα δὲ καὶ ἐν τοῖς ἔθνεσι κηρυχθῆναι κελεύει, καὶ μηνυθῆναι πᾶσι τοῦ λαοῦ τὴν ἐπάνοδον· ἐγένετο δὲ οὐ διὰ λόγων τὸ κήρυγμα, ἀλλ' ἤκουον πάντες, γεγωνότερον τῶν πραγμάτων βοώντων. Ὑπισχνεῖται δὲ καὶ γῆς εὐ καρπίαν, καὶ κτηνῶν πολυγονίαν, καὶ ψυχῆς εὐ φροσύνην. Τὸ δέ· ιδʹ. Μεθύσω τὴν ψυχὴν τῶν ἱερέων, τῶν υἱῶν Λευΐ, ἀντὶ τοῦ, ἀγαθῶν ἐμπλήσω παντοδαπῶν· τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἐπαγόμενα. "Καὶ ὁ λαός μου τῶν ἀγαθῶν ἐμπλησθήσεται, φησὶ Κύριος." ιεʹ. Οὕτως εἶπε Κύριος· Φωνὴ ἐν Ῥαμᾷ ἠκού σθη, θρῆνος, καὶ κλαυθμὸς, καὶ ὀδυρμός· Ῥαχὴλ ἀποκλαιομένη ἐπὶ τοὺς υἱοὺς αὑ τῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι ἐπὶ τοῖς υἱοῖς αὑτῆς, ὅτι οὐκ εἰσίν. Καὶ ἡ Ῥαμὰ τῆς Βενια μίτιδος ἦν φυλῆς· καὶ τῆς Ῥαχὴλ ὁ τάφος ἐν τῷ ἱπποδρόμῳ ἐστὶ Χαφραθὰ, τοῦ ἐλθεῖν εἰς Ἐφραθά. Καὶ τέλος μὲν ἔλαβεν ἡ προφητεία ἐπὶ Ἡρώδου τοῦ πρώτου· οὗτος γὰρ ἀνεῖλε τὰ βρέφη, συναναιρήσειν ἐλπίζων τὸν γεννηθέντα Σωτῆρα. Τέθεικε δὲ ταῦτα ὁ προφήτης μεταξὺ τῆς τῶν ἀγαθῶν ἐπαγγελίας· διδάσκων, ὅτι τὸ ἀληθῶς ἀγαθὸν, καὶ τὸ τῆς σωτη ρίας κεφάλαιον, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἡ κατὰ σάρκα γέννησις, δι' ἣν ὑπέμεινε τὰ βρέφη τὴν ἄδικον ἐκείνην σφαγήν. ιϛʹ. Τάδε λέγει Κύριος· ∆ιαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων· ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, φησὶ Κύριος, καὶ ἐπιστρέψουσιν οἱ υἱοὶ αὐτῶν εἰς τὰ ὄρη αὑτῶν. Καὶ διδάσκων ποίων ἔργων ὑπι σχνεῖται μισθὸν, ὑποδείκνυσιν αὐτῷ τὴν ἐν Βαβυ λῶνι μετάνοιαν. ιηʹ. Ἀκούων ἤκουσα Ἐφραῒμ ὀδυρομένου. ∆ιδάσκει δὲ καὶ τίσιν ἐκέχρητο λόγοις· "Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην." Τοῦτο καὶ ὁ προφήτης ἐν τοῖς πρόσθεν εἴρηκεν· "Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παι δείαν." Καὶ Ὡσηὲ δὲ ὁ προφήτης φησίν· "Ἐφραῒμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος." Ἀντιλέγει, φησὶ, καὶ οὐ δέχεται τὸν τοῦ νόμου ζυγόν. Καὶ πάλιν· 81.664 "Ἐγένετο Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις." Τίθησι δὲ καὶ ἅπερ ποτνιώμενος ἔλεγεν· "Ἐπίστρεψόν με, Κύριε, καὶ ἐπιστρέψω· ὅτι σὺ Κύριος ὁ Θεός μου εἶ." Σοῦ γὰρ μὴ θέλοντος, οὐκ ἀπαλλαγή σομαι τῆς δουλείας. ιθʹ. Ὅτι ὕστερον αἰχμαλωσίας μου μετε νόησα, καὶ ὕστερον τοῦ γνῶναι ἐκρότησα ἐπὶ μηρὸν, καὶ ἐστέναξα ἐφ' ἡμέραις αἰσχύνης μου. Μετὰ τὴν πεῖραν τῶν κακῶν, εἰς αἴσθησιν ἦλθε τῆς ἁμαρτίας. Τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ εἶπε· "Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέ λησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα." Καὶ πάλιν· "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με,