1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

71

ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σεὼν, καὶ κατέφαγεν ἀρχηγοὺς Μωάβ. Προλέγει δὲ αὐτοῖς καὶ θυμήρη τινά. μζʹ. Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν Μωὰβ ἐπ' ἐσχάτων τῶν ἡμερῶν, φησὶ Κύριος. Ἔδειξε καὶ διὰ τῆς τιμωρίας, καὶ διὰ τῆς φιλανθρωπίας, ὡς αὐτός ἐστι Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτὸν, καὶ ὅτι οὐχὶ Ἰουδαίων μόνον ἐστὶ Θεὸς, ἀλλὰ πάντων ἀνθρώπων. "Ἕως ἐνταῦθα τὸ κρῖμα Μωάβ." Τουτέστιν, ἡ κατ' αὐτοῦ ἐξ ενεχθεῖσα ψῆφος. ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ. Μεταβαίνει δὲ λοιπὸν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν τῆς προφητείας ὁ λόγος, καί φησι πρὸς αὐτοὺς τῶν ὅλων ὁ Κύριος· αʹ. Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παρα ληψόμενος οὐκ ἔστιν αὐτοῖς; ∆ιατί παρέλαβε Μελχὼμ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῆς οἰκεῖ; Τὴν Γαλααδῖτιν αἱ δέκα κατεῖχον φυλαί. Τούτων τοίνυν αἰχμαλώτων γεγενη μένων, ταύτην κατέσχον οἱ Ἀμμωνῖται. Πρὸς τού τους φησὶν ὁ Θεός· Τοῦ λαοῦ κατεφρονήσατε, ἢ ἐμοῦ; "Παραληψόμενον" γὰρ ἀντὶ τοῦ "τὸν ληψόμενον" καὶ ἐπικουρήσοντα, ἑαυτὸν κέκληκε. Μελχὼμ δὲ εἴδωλον ἦν τῶν υἱῶν Ἀμμών. Ἐκεῖνο, φησὶ, τὸ μὴ ὂν, ἐμοῦ τοῦ ἀεὶ ὄντος περιγενέσθαι νομίζετε; βʹ. ∆ιὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύ 81.728 ριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν θόρυβον πολέμων. Ῥαββὰθ πόλις ἦν τῆς Ἀρα-βίας· τὸ δὲ, "ἀκουτιῶ" ἀκουσθῆναι ποιήσω. "Καὶ ἔσται εἰς ἄβατον καὶ ἀπώλειαν· καὶ οἱ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτῶν, φησὶ Κύριος." Καὶ ἐπιμένει τὰ συμβησόμενα τοῖς Ἀμμωνίταις προ λέγων. γʹ. Ὀλόλυξον, Ἐσεβὼν, ὅτι ὤλετο ἡ ἰσχύς σου· κεκράξατε, θυγατέρες Ῥαββάθ· περιζώ σασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀναδρά μετε διὰ τῶν τειχῶν, ὅτι Μελχὼμ εἰς ἀποικίαν βαδιεῖται, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. Ἔδειξε καὶ τὴν τῶν εἰδώλων ἀσθένειαν· αἰχμάλωτα γὰρ καὶ αὐτὰ μετὰ τῶν προσκυνούντων ἀπῆλθον. δʹ. Τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακίμ; διέῤῥευσε τὰ πεδία σου, θύγατερ τῆς ἀτι μίας. Ἀναίδειαν αὐτῆς κατηγορεῖ, καὶ τὸ ἐπὶ τῷ πλούτῳ θράσος. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει. "Ἡ πεποιθυῖα ἐπὶ τοῖς θησαυροῖς αὑτῆς, ἡ λέ γουσα, Τίς ἐπελεύσεται ἐπ' ἐμέ;" Καὶ ἐπειδὴ τοῖς ὁρωμένοις προσεῖχε, καὶ τὸν ἀόρατον ἠγνόει Θεὸν, διδάσκει τίς ὁ κολάζων. εʹ. Ἰδοὺ ἐγὼ φέρω ἐπὶ σὲ φόβον, εἶπε Κύριος τῶν δυνάμεων, ἀπὸ πάσης τῆς περιοίκου σου. Πανταχόθεν, φησὶ, δραμοῦνται οἱ μηνύοντές σοι τῶν πολεμίων τὴν στρατιάν. "Καὶ διασπαρήσεσθε ἕκα στος εἰς τὸ πρόσωπον αὑτοῦ, καὶ οὐκ ἔσται ὁ συν άγων μετανάστην. Οὐ γὰρ κατὰ ταὐτὸν φεύξετε, ἀλλὰ διὰ τὴν τοῦ δέους ὑπερβολὴν σκεδασθήσεσθε· προλέγει δὲ καὶ τούτοις ἐπάνοδον, ἵνα μὴ μέγα φρονῶσιν Ἰουδαῖοι, ἅτε μόνοι τῆς ἐπανόδου τετυ χηκότες. Προλέγει δὲ καὶ τῇ Ἰδουμαίᾳ τὰ σκυθρωπά· καὶ ἐπειδὴ ηὔχουν ἐπὶ σοφίᾳ, ταύτης αὐτοὺς ἐστε ρῆσθαί φησιν. "Οὐκ ἔστι σοφία ἐν Θαιμὰν, ἀπώ λετο βουλὴ ἐκ συνετῶν." Πόλις ἦν αὕτη, καὶ ταύτης ἐβασίλευσεν Ἐλιφάζ· Ἐλιφὰζ γὰρ ὁ Θαιμανῶν βασιλεύς. ηʹ. Ἠπατήθη ὁ τόπος αὐτοῦ· βαθύνατε ἑαυτοὺς εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν ∆αι δὰν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ' αὐ 81.729 τὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην αὐτόν. Καὶ ἡ ∆αι δὰν ἑτέρα πόλις· παρακελεύεται δὲ αὐτοῖς ὑπὸ γῆν κρυβῆναι· τοῦτο γάρ ἐστι, "βαθύνατε εἰς κάθισιν." Καὶ διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμωρίαν· εἰ καὶ ἐν τῷ προλαβόντι χρόνῳ, φησὶν, ἐχρησάμην μακροθυμίᾳ. θʹ. Ὅτι τρυγηταὶ ἦλθόν σοι, καὶ οὐ κατα λείψουσί σοι κατάλειμμα. Τρυγητὰς τοὺς πολε μίους καλεῖ, οὓς λέγει πάντα ληΐζεσθαι καὶ πορθεῖν· διδάσκει δὲ καὶ τὸν τῆς ἐφόδου καιρόν. "Ὡσεὶ κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὑτῶν." ιʹ. Ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσαῦ, ἀνεκάλυψα κρυπτὰ αὐτῶν· κρυβῆναι οὐ μὴ δύνωνται. Μέγιστα ὄρη καὶ ὑψηλὰ τῇ Ἰδουμαίᾳ παράκεινται· σπήλαια τοίνυν ἐν τούτοις ὀρύττοντες, εἰς ἐκεῖνα κατέφυγον δυσμενῶν ἐπιόντων· ἀλλὰ τῆς ἐλπίδος ἥμαρτον, κἀκεῖθεν αὐτοὺς παραδεδωκότος τοῦ