1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

37

μὴ ἀρ κεῖν εἰς τήνδε τὴν ὑπουργίαν, καὶ ὑπέσχου κρείτ τονά με ποιήσειν τῶν πολεμούντων, καὶ τείχει χαλκῷ καὶ στύλῳ σιδηρῷ παραπλήσιον δείξειν· καὶ νῦν γέγονα καταγέλαστος· τοῦτο γὰρ λέγει· "Ἐγενό μην εἰς γέλωτα πᾶσαν ἡμέραν· διετέλεσα μυκτηρι ζόμενος." ηʹ. Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγένετο ὁ λόγος Κυρίου ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευα σμὸν πᾶσαν ἡμέραν. ∆άκνουσι τὸν προφήτην, οὐχὶ αἱ εἰς αὐτὸν γιγνόμεναι ταλαιπωρίαι τε καὶ αἰκίαι, ἀλλ' αἱ κατὰ τῶν θείων λογίων τολμώμεναι κωμῳδίαι. θʹ. Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἀντὶ τοῦ, οὐ μὴ προφητεύσω, οὐδ' οὐ μὴ προσενέγκω τοῖς ἀπειθοῦσι τοῦ Θεοῦ τὴν πρόῤῥησιν. "Καὶ ἐγέ νετο ἐν τῇ καρδίᾳ μου, ὡς πῦρ καιόμενον, καὶ φλεγόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν." Τοῦτο καὶ ὁ θεῖος ὑπέμεινε Παῦλος ἐν ταῖς Ἀθήναις 81.616 ἡνίκα ἐσιώπα· "Συνείχετο γὰρ, φησὶ, τὸ πνεῦμα τοῦ Παύλου θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν." Τοῦτο πάσχει καὶ ὁ προφήτης· ἡ γὰρ προφητικὴ χάρις συνεῖχεν αὐτὸν φθέγξασθαι μὴ βουλόμενον. Εἶτα διηγεῖται ὅπως οὐ μόνον ἐταλαιπωροῦντο αὐ τὸν καὶ ᾐκίζοντο· ἀλλὰ καὶ ἑτέραν ἐπιβουλὴν ἐκάτ τυον, ἐξαπατῆσαι αὐτὸν, καὶ ἀποστῆσαι πειρώμε νοι τοῦ Θεοῦ. Εἶπον γὰρ, φησίν· "Ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ, τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ." Τίς ἂν ἀξίως θρηνήσειεν τῆς πονηρίας τὰς ἐπινοίας; Ὁ μέντοι προφήτης οὐχ ἑαυτῷ θαῤῥεῖ, ἀλλὰ τὴν θείαν ἐπικουρίαν ὑμνεῖ, καί φησι. ιαʹ. Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύ ων. ∆ιδάσκει δὲ καὶ τῆς θείας ἐπικουρίας τὴν νί κην. "∆ιὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδυνήθησαν νικῆσαι· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν νοῆσαι ἀτιμίας αὑτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθή σονται." Εἶτα αἰτεῖ πάλιν γενέσθαι κριτὴν τὸν Θεὸν, καὶ ἀπαιτῆσαι αὐτοὺς δίκας τῶν ἐπιχει ρημάτων ἀξίας· ἀνιώμενος δὲ, καὶ λίαν ἀλγυνόμενος καὶ τὴν παροῦσαν δυσχεραίνων ζωὴν, πρῶτον ὑμνεῖ τὸν τῶν ὅλων Θεὸν, καὶ τηνικαῦτα ἐπαρᾶται τῇ τῶν μητρῴων ὠδίνων ἡμέρᾳ. ιγʹ. Ἄσατε γὰρ, φησὶ, τῷ Κυρίῳ, αἰνέσατε αὐτὸν, ὅτι ἐξείλετο ψυχὴν πένητος ἐκ χει ρὸς πονηρευομένων. Προτάττει τὸν ὕμνον, ἵνα πᾶσαν ἀφορμὴν βλασφημίας ἐκβάλῃ. Εἶτά φησιν· ιδʹ, ιεʹ. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου. Καὶ ἐπικατάρατος ὁ ἄνθρωπος, ὁ εὐαγ γελισάμενος τῷ πατρί μου λέγων· Ἐτέχθη σοι υἱὸς ἄρσην· μὴ εὐφραινόμενος ἔστω. Εἰώ θασιν οἱ ἄνθρωποι, λίαν ὀδυρόμενοι, τῶν παρ ισταμένων ἐπιλαμβάνεσθαι, καὶ ταῖς χερσὶν ἀποθλί βειν· ἔστι δὲ ὅτε καὶ προσαράσσειν τὰς χεῖρας, τῆς ὀδύνης ἀναγκαζούσης· τοῦτο πέπονθε καὶ ὁ προφή της. Ἐκ γὰρ τῆς ὑπερβαλλούσης ὀδύνης τῆς ἡμέρας ἐπελάβετο, χρήματος ἀνυποστάτου, καὶ τοῦ τῷ πατρὶ τὸν τόκον μηνύσαντος. Καὶ οὐδὲ ἴδιός τις ἦν οὗτος· εἰκὸς δὲ μηδὲ μηνύσαι τινά. Προστίθησι δὲ, ὅτι καὶ ἄμεινον ἦν μοι ἐν τῇ μήτρᾳ τελευτῆσαι, καὶ νεκρὸν προελθεῖν, ἢ ταῖς παντοδαπαῖς ταύταις πε ριπεσεῖν συμφοραῖς. ΚΕΦΑΛ. ΚΑʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, ὅτε ἀπέστειλε πρὸς αὐτὸν Σεδεκίας ὁ 81.617 βασιλεὺς τὸν Πασχὼρ υἱὸν Μελχίου, καὶ τὸν Σο φονίαν υἱὸν Βαασαίου τὸν ἱερέα. Ἕτερος οὗτος Πασχώρ· Μελχίου γὰρ οὗτος· ὁ δὲ κατηγορηθεὶς, Ἐμμὴρ υἱός. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ κατὰ τάξιν κεῖνται αἱ προφητεῖαι· ἐνταῦθα γὰρ τὰ ἐπὶ Σεδεκίου προφητεύει· μετ' ὀλίγον δὲ, τὰ ἐπὶ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, οἳ πρὸ τοῦ Σεδεκίου ἐβασίλευσαν· ὁ μέντοι Σεδεκίας, ὑπὸ τοῦ Ναβουχοδονόσορ πολι ορκούμενος,