1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

6

ψευδοπροφῆται προλέγειν προσεποιοῦντο. Τὸ γὰρ "ἐπνευματοφο ρεῖτο" περὶ τῶν ψευδοπροφητῶν τέθεικε. "Παρεδό θη τίς ἐπιστρέψει αὐτήν;" Θεοῦ γὰρ παραδεδω κότος, τίς ἐπαρκέσει; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωσέως φησί· "Πάντες οἱ ζητοῦντες αὐτὴν, οὐ κοπιάσουσιν· ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν." Εὐχείρωτοι γὰρ ἐγένοντο, τὴν ἀσέβειαν ἀσπασάμενοι. Μετὰ ταῦτα διδάσκει, ὅτι πολλάκις 81.513 συμβουλευθεῖσα τῆς βλαβερᾶς ἀποστῆναι πορείας, ἐθρασύνετο ἄντικρυς, τὴν ἀποστασίαν ὁμολογοῦσα. Ἀλλὰ διὰ τοῦτο αἰσχύνῃ αὐτοὺς, φησὶ, περιβαλῶ πάν τας ὁμοῦ, καὶ βασιλέας, καὶ ἄρχοντας, καὶ ἱερέας, καὶ τοὺς τὰ ψευδῆ προφητεύοντας· καὶ ἀπεικασθή σονται κλέπτῃ ἐπ' αὐτοφώρῳ ἁλόντι, καὶ σφόδρα ἐρυθριῶντι. Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατα σκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεν νήτορας· ἐμοὶ δὲ τὰ νῶτα ἔδωκαν, καὶ ὡς ἐχθρὸν ἀπεστράφησαν. "Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὑτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν· σπανίζοντας δὲ, τούτων αἰτεῖν τὴν μετάληψιν. Εἶτα εἰρωνικῶς· κηʹ. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῇ; εἰ ἀναστήσονται, καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; ∆ιδάσκει δὲ καὶ τούτων τὸ πλῆθος. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ. Οὕτω δείξας τὴν τῶν οὐκ ὄντων θεῶν τιμὴν, καὶ τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, πράως τοῖς ἀχαρίστοις ἐπιτιμᾷ· κθʹ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος. Ἀναμιμνήσκει καὶ τῶν ἐπενε χθεισῶν αὐτοῖς παιδειῶν. λʹ. Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Οὔτε εὐεργετούμενοι τὸν εὐεργέ την ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπ έστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. λα. Ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύ ριος. Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰακὼβ, ἢ γῆ κεχερσωμένη, διότι εἶπεν ὁ λαός μου· Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρός σε; Εἰ ρωνικῶς ταῦτα λέγει. Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν; Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμ φην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι· τὸν δὲ κληθέντα 81.516 λαὸν, κατολιγωρῆσαι τοῦ κηδεμόνος. Εἶτα πάλιν εἰ ρωνικῶς λγʹ. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; Τί ἕτερον, φησὶ, τοῖς προειρημένοις προσθεῖναι βούλῃ, ὡς τὸ ἐμὸν περὶ σὲ πραγματεύσασθαι φίλτρον· "Οὐχ οὕτως." Οὐδὲν τούτων εἰς ἀγάπην κινεῖ, ἀλλὰ τοὐναντίον μῖσος ἐρ γάζεται· οὐ γὰρ μόνον εἰς ἀσέβειαν ἐξώκειλας, ἀλλὰ καὶ μιαιφονίαν ἐτόλμησας. λδʹ. Ἐν γὰρ ταῖς χερσί σου, φησὶν, εὑ ρέθη αἵματα ψυχῶν ἀθώων. Τοῦτο καὶ ὁ μακά ριος ἔφη ∆αβίδ· "Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. ∆ιδάσκων δὲ, ὡς οὐδὲ κρύβδην ταῦτα εἰργάζοντο, ἀλλ' ἀναφανδὸν ἐτόλμων, ἐπήγαγεν· "Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ." Οὐ γὰρ ὥσπερ οἱ τοιχωρύχοι λάθρα τοῦτο δρῶσιν, οὕτω καὶ οὗτοι λαν θάνειν ἐπειρῶντο παρανομοῦντες, ἀλλὰ πᾶς βουνὸς, καὶ πᾶν ἄλσος ἐδέξατο τὴν τούτων ἀσέβειαν· ἀναιδεῖς δὲ ὄντες, καὶ βδελυροὶ, καὶ τὰ προφανῶς γινόμενα ἐξηρνοῦντο. λεʹ. Εἶπας γὰρ, φησί· Ἀθῶός εἰμι· ἀλλὰ ἀπο στραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ σε λέγειν· Οὐχ ἥμαρτον. Καὶ οὐ λέγει, Κρινῶ σε, ἀλλὰ, "Κρίνομαι πρὸς σέ·" ἀντὶ τοῦ, ∆ικάζομαι, καὶ ἐλέγχω σε ψευδομένην καὶ ἀναιδῶς ἀρνουμένην. λϛʹ. Ὅτι κατεφρόνησαι σφόδρα τοῦ δευτε ρῶσαι τὰς ὁδούς σου. Κατάλληλος γὰρ ἡ ἀναί δεια τῇ παρανομίᾳ· αἰνίττεται δὲ διὰ