1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

18

μεταλαβεῖν, "θῦσαι καὶ ἐκχέαι τὸ αἷμα ἐπὶ τὴν γῆν, καὶ μεταλαβεῖν" οὐχ ὡς ἱερείων, ἀλλ' ὡς κρεῶν κοινῶν. Ἱερουργεῖν γὰρ ἔξω τοῦ νενομισμένου διεκώλυσε τόπου. Οὗ δὴ χάριν λέγει· "Φάγεσθε αὐτὰ ὡς δορκάδα καὶ ἔλαφον," τουτ έστιν, ὡς ἐκεῖνα τὰ τῷ θυσιαστηρίῳ μὴ προσφερό μενα. Ἔπειτα διηγεῖται καὶ τὴν τῶν πατέρων αὐτῶν ἀπείθειαν, ὅτι ταῦτά μου συμβουλεύοντος· κδʹ. Ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. ∆ιδάσκει δὲ καὶ τοὺς βλαστήσαντας ἐντεῦθεν καρπούς. Καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν, καὶ οὐκ εἰς τὰ ἔμπροσθεν. (κεʹ.) Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης. Παρεδόθησαν γὰρ διὰ τὴν οἰκείαν παρανομίαν, ποτὲ μὲν Μωαβίταις, ποτὲ δὲ Ἀμμανί ταις, ἄλλοτε Μαδιηναίοις, πολλάκις δὲ ἀλλοφύλοις. Ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν κηδεμονίαν· οὐ γὰρ διέλιπον, φησὶ, διηνεκῶς αὐτοῖς διὰ τῶν προφητῶν διαλεγόμενος, καὶ τὰ κρείττω προτρέπων· καὶ δι έμειναν ἀντιλέγοντες, καὶ χείρους ἐγένοντο τῶν πατέ ρων, οἳ ἐξ ἐκείνων ἀντιλέγουσι λόγοις· ἔλεγξον δὲ ὅμως αὐτοὺς διαῤῥήδην, καὶ εἰπέ· κηʹ. Τοῦτο τὸ ἔθνος, οἳ οὐκ ἤκουσαν τῆς φω νῆς τοῦ Θεοῦ Κυρίου αὐτῶν, οὐδὲ ἐδέξαντο παι δείαν. Ἔστι δὲ ἡ αἰτία τῆς ἀπειθείας, "Ἐξέλιπεν ἡ πίστις, καὶ ἐξῆρται ἐκ στόματος αὐτῶν." Εἶτα θρηνῆσαι παρακελεύεται, καὶ πενθῆρες σχῆμα λαβεῖν, καὶ τὴν κεφαλὴν ἀποκεῖραι, ὡς ἀποδοκιμασθέντος τοῦ ἐκλεγέντος λαοῦ. Καὶ δεικνὺς, ὡς δίκαιος ὁ θυμὸς, τὸ μέγιστον ὄνομα τῆς ἀσεβείας παραγυμνοῖ. λʹ. Ἔταξαν πολλοὶ γὰρ, φησὶ, τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, τοῦ μιάναι αὐτόν. Τοῦτο τετόλ μηκε Μανασσῆς, ὁ τοῦ Ἐζεκίου υἱός· ἐζήλωσαν δὲ καὶ οἱ μετὰ ταῦτα τὴν τολμηθεῖσαν ἀσέβειαν. Καὶ μάρτυς ὁ θεῖος Ἐζεκιὴλ, πνευματικῶς μὲν ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἱερουσαλὴμ ἀπαχθεὶς, ἐν δὲ τῷ ναῷ τὰς τοιαύτας παρανομίας εἰρηκὼς τεθεᾶσθαι· αἰτιᾶται δὲ αὐτοὺς, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγα τέρας ὁλοκαυτοῦντας τοῖς δαίμοσιν. "Τοῦτο δὲ, φησὶν, οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ διενοούμην ἐν τῇ καρδίᾳ μου." Ὁ γὰρ τὰς τῶν ἀλόγων θυσίας διὰ τὴν τούτων ἀσθένειαν γίγνεσθαι συγχωρήσας, πῶς ἂν ἠνεσχόμην περὶ τῆς τοιαύτης νομοθετῆσαι μιαι φονίας; Τὸν δὲ βωμὸν τοῦ Ταφὲθ, εἰδώλου τινὸς οὕτω καλουμένου λέγει. Ἑρμηνεύεται δὲ σύγκλεισμα, ἢ κατάβρωσις. Ἐν δὲ τούτῳ τῷ χωρίῳ πλῆθος αὐτῶν ἀναιρεθήσεσθαι λέγει, καὶ προτεθήσεσθαι βορὰν καὶ θοίνην οἰωνοῖς καὶ θηρίοις· καὶ μέντοι καὶ τὴν 81.556 προσηγορίαν μετατεθήσεσθαι, καὶ μηκέτι φάραγγα τοῦ υἱοῦ Ἐννὼμ, ἀλλὰ φάραγγα τῶν ἀνῃρημένων κληθήσεσθαι· προλέγει δὲ, ὅτι πάσης εὐφροσύνης ἡ πόλις ἔρημος γενήσεται. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Καὶ ὅτι ἐπελθόντες Βαβυλώνιοι οὐ μόνον τοὺς ζῶντας σφαγῇ παραδώσουσιν, ἀλλὰ καὶ τοῖς πάλαι τεθνεῶσιν ἱερεῦσι καὶ βασιλεῦσιν ἐμπαροινήσουσι, καὶ τοὺς τάφους ἀνορύξαντες, ἄταφα ὀστᾶ κατα λείψουσιν, ὥστε προκεῖσθαι ἡλίῳ, καὶ σελήνῃ, καὶ τοῖς ἄστρασιν. Ὧν, φησὶ, τὴν λατρείαν ἠγάπησαν, καὶ τῆς παρὰ τούτων ἐπικουρίας οὐ τεύξονται. γʹ. Ὅτι εἵλοντο, φησὶ, τὸν θάνατον, ἢ τὴν ζωήν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διὰ πλειόνων εἰ πὼν, πάλιν ὀρέγει χεῖρα, μετανοεῖν παραινῶν. δʹ. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀπο στρέφων οὐκ ἐπιστρέφει; Εἶτα ἀπειθοῦσιν ἐπι τιμᾷ εʹ. ∆ιατί ἀπέστρεψεν ὁ λαὸς οὗτος καὶ Ἱερου σαλὴμ ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατή θησαν ἐν τῇ προαιρέσει αὑτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἔργον ἡ πονηρία. Μετὰ ταῦτα τῆς ἀμετανοήτου γνώμης κατηγορεῖ. ϛʹ. Λέγουσι γὰρ, φησὶν, Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὑτοῦ, λέγων· Τί ἐποί ησα; Οὗτος ὁ λογισμὸς τῆς διηνεκοῦς πονηρίας γε γένηται