1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

85

πηγὴν γὰρ αὐτὸν τῆς σοφίας ἐκάλεσε, καὶ ἐν τῷ προοιμίῳ τῆσδε τῆς προφητείας πηγὴν αὐτὸν ζωῆς ὠνόμασε. ∆είκνυσι δὲ ἐν τοῖς ἑξῆς τῆς δημιουργίας Θεοῦ τὸ παντοδύναμον. "Ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλη σεν αὐτὴν κτηνῶν τετραπόδων." Αἰὼν καλεῖται καὶ ὁ τῶν ἀνθρώπων παρὼν βίος· ὁ δὲ μέλλων, αἰὼν αἰῶνος. λγʹ-λεʹ. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ, τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὑτῶν, καὶ εὐφράνθησαν. Ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Πάντα, φησὶν, εἴκει τῷ ποιητῇ· ἕκαστον τῶν γεγενημένων τοὺς οἰκείους 81.773 ὅρους φυλάττει· φυλακὰς δὲ ἀστέρων τοὺς καιροὺς καλεῖ· κατὰ γὰρ τὸν ὡρισμένον ἕκαστος ἀνίσχει καιρόν. λϛʹ. Οὗτος ὁ Θεὸς ἡμῶν. Ἁπάντων δημι ουργὸς, ὁ τούτων κυβερνήτης καὶ πρύτανις. "Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν." Οὐχ Υἱοῦ καὶ Πατρὸς ποιεῖται σύγκρισιν, ἀλλὰ τοὺς καλουμένους ὁ λόγος ἐκβάλλει θεούς. λζʹ. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. Πάλιν τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε. Πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν. "Καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ." Τὴν τῆς θεογνωσίας διδασκαλίαν, τὸν διὰ Μωσέως δοθέντα νόμον. ληʹ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Σαφῶς ἡμῖν ὁ λόγος ὑπέδειξε τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ ὡς αὐτός ἐστι τῶν ἁπάντων δημιουργὸς, καὶ τῆς σοφίας πηγή. Αὐτὸς τοίνυν αὐτῆς ὑπάρχει καὶ ποιητὴς, καὶ ∆εσπότης· καὶ περὶ αὐτοῦ φησιν ἐν Παροιμίαις· "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα αὑτοῦ." Οὐ γὰρ ὁ Θεὸς Λόγος ἐκεῖνα λέγει, ἀλλὰ τοῦ Θεοῦ Λόγου ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα σοφία. ΚΕΦΑΛΑΙΟΝ. ∆ʹ. αʹ. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ. Τουτέστιν, ἡ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δεδομένη. "Καὶ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα." Ἡ γὰρ παλαιὰ ∆ιαθήκη τὸ τέλος ἐδέξατο. "Πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωὴν, οἱ δὲ καταλιπόντες αὐτὴν ἀποθανοῦνται." Ἔδειξεν ἀμφοτέρων τὸ τέλος· εἶτα παραινεῖ τῷ λαῷ τῷ χρη ματίζοντι Ἰακώβ. βʹ. Ἐπιστρέφου, Ἰακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Ἀκολούθησον τῇ αὐγῇ τῆς ἀκτῖνος· φωτ αγωγεῖ γάρ σε, καὶ ποδηγεῖ πρὸς ζωήν. γʹ. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμ φέροντά σοι ἔθνει ἀλλοτρίῳ. Ἀλλ' οὐκ ἤκουσεν Ἰσραήλ· οὗ δὴ χάριν αὐτοὶ μὲν πόῤῥω τῶν ἀγαθῶν καθεστήκασι, τῶν δὲ θεοσδότων ἀγαθῶν ἀπολαύει τὰ ἔθνη. δʹ. Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι. Οὐκ ἔχομεν, φησὶ, πρόφασιν ἀγνοίας, δεδήλωκε γὰρ ἡμῖν τὰ ἀρέσκοντα. Εἶτα παραθαῤῥύνει, καὶ διδάσκει, ὡς παρεδόθησαν εἰς δουλείαν τηνικαῦτα, οὐ παντελῶς αὐτοὺς ἀποστρα φέντος τοῦ τῶν ὅλων Θεοῦ, ἀλλὰ διὰ τῆς παιδείας αὐ τοὺς εὐεργετῆσαι πειραθέντος· τὸν γὰρ εὐεργέτην, φη σὶ, καταλιπόντες, τὴν τῶν δαιμόνων προτετιμήκατε λατρείαν· πρόξενοι δὲ καὶ τῇ θρεψαμένῃ τῆς ἐρη μίας ἐγένεσθε. Κέχρηται δὲ καὶ προσωποποιίᾳ, καὶ δείκνυσι τὴν πόλιν θρηνοῦσαν, καὶ ταῖς ὑπηκόοις λέ 81.776 γουσαν πόλεσιν, ὅτι "Πένθος μοι πικρὸν ὁ ∆ε σπότης ἐπήγαγεν." Εἶδον γὰρ τῶν οἰκητόρων τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ χαλεπῇ δουλείᾳ παραδο θέντας. ιβʹ. Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καταλει φθείσῃ ὑπὸ λαῶν. Χήραν ἑαυτὴν καλεῖ, ὡς ἔρημον τῆς θείας γεγενημένην κηδεμονίας. "Ἠρη μώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου." Ἀπαρι θμεῖται δὲ καὶ ταύτας, καὶ διηγεῖται τὴν τῶν πολε μίων ὠμότητα. Οὐκ ᾐσχύνθησαν, φησὶ, πρεσβύτην, οὐδὲ παιδίου ἠλέησαν. (ιϛʹ.) Καὶ ἀπήγαγον τοὺς ἀγα πητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. Μόνην ἑαυτὴν, ὡς ἡγοῦμαι, καλεῖ, διὰ τὸ ἐν αὐτῇ μόνῃ εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ἢ τάχα ἐπειδὴ μόνῃ κατελείφθη, τῶν Ἀσσυρίων τὰς ἄλλας πόλεις πορθησάντων. Εἶτα λέγει, ὡς αὐτὴ μὲν ἐπαμῦναι οὐ δύναται, ὑπισχνεῖται δὲ τοῦ Θεοῦ τὴν βοήθειαν.