1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

49

Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ Λʹ. ∆εῖξαι βουλόμενος ὁ ∆εσπότης Θεὸς τὴν τῆς προ φητείας ἀλήθειαν συγγραφῇ παραδοῦναι, τῷ προφήτῃ κελεύει τάς τε περὶ τῆς αἰχμαλωσίας, τάς τε περὶ τῆς ἀνακλήσεως γεγενημένας προῤῥήσεις. Πρῶτον μέντοι προλέγει τὰ σκυθρωπά. εʹ, ϛʹ Οὕτως εἶπε Κύριος· Φωνὴν φόβου ἀκού σεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη. Ἐρωτήσατε δὴ, καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν; Σαφῶς δεδήλωκεν τὴν τῆς ὀδύνης ὑπερβολήν· τὸ γὰρ μέγεθος τῆς συμφορᾶς συνέκρινεν ὠδῖσι τικτούσης. Τοῦτο γὰρ σημαίνει τὸ "Ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρ σεν;" Συμφωνεῖ δὲ καὶ τὰ ἑξῆς. "Καὶ περὶ φό βου, ἐν ᾧ καθέξουσιν ὀσφύν· διότι ἑώρακα πάντα ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, ὡς τικτούσης." Νῦν μὲν τὴν ὀδύνην δεικνὺς, τῆς τικτούσης παρατίθησι τὴν εἰκόνα· ἑτέρωθι δὲ, τὸ πένθος διδάσκων, ἐπὶ τῆς κεφαλῆς συμπεπλεγμένας ἔχειν ἕκαστον ἔφη τὰς χεῖρας. "Πάντα τὰ πρόσ ωπα εἰς ἴκτερον ἐγενήθη." Καὶ τοῦτο δέους ση μαντικόν. ζʹ. Ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη, καὶ οὐκ ἔστι τοιαύτη· καὶ χρόνος στενότητός ἐστι καὶ θλίψεως παντὶ Ἰακώβ. Ἀπὸ τοῦ μεγέθους τῆς τιμωρίας τὴν ἡμέραν μεγάλην ὠνόμασεν. Εἶτα συνάπτει ψυχαγωγίαν τοῖς σκυθρωποῖς. Λέγει γάρ· "Καὶ ἀπὸ τούτου σωθήσεται." Καὶ ὑπισχνεῖται συν τρίψειν τὸν τῆς δουλείας ζυγόν. Προλέγει δὲ καὶ τὴν τοῦ τρόπου μεταβολήν. "Καὶ οὐκ ἐργάσονται ἔτι ἀλλοτρίοις." θʹ. Καὶ ἐργάσονται Κυρίῳ τῷ Θεῷ αὑτῶν. Ἀλ λοτρίους τὰ εἴδωλα προσηγόρευσε· γνόντες γὰρ ὡς ὁ ∆εσπότης Θεὸς, καὶ τὰ ἀγαθὰ χορηγεῖ, καὶ τὰς παιδείας ἐπάγει, πάντων, φησὶ, προτιμήσουσι τὴν 81.656 αὐτοῦ προφητείαν. "Καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς." Τῇ προφητείᾳ τὸ τέλος ὁ ∆εσπό της Χριστὸς ἐπιτέθεικεν. Ἐκ ∆αβὶδ γὰρ ἐβλάστησε κατὰ σάρκα, καὶ ποιμαίνει οὐκέτι μόνον τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ὡς ἐν σκιᾷ καὶ τύπῳ, καὶ ἐπὶ τοῦ Ζοροβάβελ ἐδέξατό τινα ἡ πρόῤῥησις ἔκβα σιν. Ταῦτα ὑποσχόμενος πάλιν αὐτοὺς ψυχαγωγεῖ, τὴν ἀνάκλησιν ἐπαγγελλόμενος. Καὶ τοῖς μὲν Βαβυ λωνίοις ὄλεθρον ἀπειλεῖ. "Ποιήσω γὰρ, φησὶν, ἔκλει ψιν ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς διεσκόρπισά σε ἐκεῖ." Αὐτοῖς δὲ ἀγαθῶν ἐπαγγελίας προσφέρει. "Σὲ γὰρ, φησὶν, οὐ μὴ ποιήσω εἰς ἔκλειψιν, καὶ παι δεύσω σε εἰς κρίσιν, καὶ ἀθωῶν οὐκ ἀθωώσω σε." Ἀντὶ τοῦ, παιδεύσω, καὶ ψυχαγωγήσω, καὶ οὔτε ἀπαίδευτον ἐάσω, οὔτε ἀβοήθητον καταλείψω· τὸ γὰρ "ἀθωῶν οὐκ ἀθωώσω σε" τοῦτο δηλοῖ, ὀντὶ τοῦ, ἀπείραστόν σε τῶν κακῶν οὐκ ἐάσω· τῷ δὲ μεγέθει τῆς ἀπειλῆς μεταβαλεῖν αὐτῶν τὴν πονηρίαν βουλό μενος, ἐπάγει καὶ ταῦτα· ιβʹ, ιγʹ. Βίαιον τὸ σύντριμμά σου· ἀλγηρὰ ἡ πληγή σου. Οὐκ ἔστι κρίνων κρίσιν σου. Οὐδεὶς γὰρ ἀνθρώπων ἤλεγχε τοῦ Ναβουχοδονόσορ τὴν ἀδικίαν. "Εἰς ἀλγηρὸν ἰατρεύθης," τουτέστι σὺν ὀδύνῃ. "Ὠφέλεια οὐκ ἔστι σοι." Τὴν ὠφέλειαν νῦν οὐκ ἐπὶ τῆς ψυχῆς τέθεικεν, ἀλλ' ἐπὶ τῆς ἀνθρω πίνης ἐπικουρίας· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ιδʹ. Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσι περὶ σοῦ· ὅτι πληγῇ ἐχθροῦ ἔπαισά σε. Οὐ γὰρ ἐχρησάμην τῇ συνήθει μακροθυμίᾳ, ἀλλὰ βαθεῖαν δέδωκα τὴν τομήν. Τοῦτο καὶ ἰατρὸς ποιεῖ χαλεπὸν τὸ πάθος θεώμενος. Καὶ διδάσκων τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε· "Παι δείαν στερεὰν ἐπὶ πᾶσαν ἀδικίαν σου· διότι ἐπλη θύνθησαν αἱ ἁμαρτίαι σου." Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς. ιεʹ. Τί βοᾷς ἐπὶ τὸ σύντριμμά σου; βίαιον τὸ ἄλγος σου; Ἀντὶ τοῦ, σφοδρὸν, ἀλλ' ὅμως δίκαιον. "∆ιὰ πλῆθος ἀνομιῶν σου,