1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

86

Θρηνεῖ μέντοι τὴν παροῦσαν ἐρημίαν. Κατελείφθην γὰρ, φησὶν, ἔρημος. (κʹ.) Καὶ ἐξ εδυσάμην τὴν στολὴν τῆς εἰρήνης. ∆είκνυσι δὲ καὶ τὴν τῶν ὑπολειφθέντων μεταβολήν. "Καὶ ἐνεδυσά μην τὸν σάκκον τῆς δεήσεώς μου, καὶ κράξω." Ἀλλ' οὐχ οἱ τοῖχοι ταῦτα ἔδρων ἢ ἔλεγον, ἀλλ' οἱ ἐνοικοῦντες. Εἶτα παρακελεύεται αὐτοῖς τῇ τοῦ Θεοῦ θαῤῥῆσαι φιλανθρωπίᾳ, καὶ αἰτῆσαι τὸν ἔλεον· Καὶ γὰρ ἐγὼ, φησὶν, ἀναμένω τὴν ὑμετέραν ἐπάνοδον. κγʹ. Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ· ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρ μονῆς καὶ εὐφροσύνης. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένοις· "Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμε νοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν." Λέγει δὲ καὶ τῶν γειτονευόντων ἐθνῶν τήν τε ἐπὶ τῇ αἰχμαλωσίᾳ θυμηδίαν, καὶ τὴν μετὰ τὴν ἐπ άνοδον σκυθρωπότητα. Παρακελεύεται δὲ αὐτοῖς, ὑπο μεῖναι τὴν ἐπενεχθεῖσαν παιδείαν, καὶ ὑπισχνεῖται τὴν τῶν πραγμάτων μεταβολήν. "Κατεδίωξέ σε, φησὶν, ὁ ἐχθρός σου, καὶ ὄψῃ αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τοῦ τραχήλου αὐτοῦ ἐπιβήσῃ." Ἐχθροὺς καλεῖ Ἰδουμαίους Μωαβίτας, Ἀμμανίτας,Ἀλλοφύλους. κϛʹ. Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τρα χείας· ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ἐχθρῷ. Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν· εἶτα παρακελεύ εται αὐτοῖς τῇ μεταμελείᾳ τὴν σωτηρίαν καρπώ σασθαι. Ταῦτα ὡς ἐκ προσώπου τῆς Ἱερουσαλὴμ 81.777 εἰρηκὼς, αὐτῇ λοιπὸν παρακλητικοὺς προσφέρει λόγους. λʹ. Θάρσει, Ἱερουσαλὴμ, παρακαλέσει σε ὁ ὀνομάσας σε. ∆έδεκταί σου, φησὶ, τὴν ἐπὶ τὰ κρείτ τω μεταβολήν. Μεταβαλεῖ σοι τὴν συμφορὰν ὁ τὴν προσηγορίαν σοι τεθεικώς· τουτέστιν, ὁ δημιουργός σου, ὁ πάσης σε πόλεως προτιμήσας. λαʹ, λβʹ. ∆είλαιοι οἵ σε κακώσαντες, καὶ ἐπι χαρέντες τῇ σῇ πτώσει. ∆είλαιοι αἱ πόλεις, αἷς ἐδούλευσαν τέκνα σου. Ἔδωκαν γὰρ δίκας Βα βυλώνιοι τῆς παρανομίας ἀξίας. Εἶτα διδάσκει, ὡς τὰ οἰκεῖα λοιπὸν ἡ Βαβυλὼν θρηνήσει κακά. λδʹ, λεʹ. Περιελῶ γὰρ αὐτῆς, φησὶ, τὸ ἀγαλλία μα τῆς πολυοχλίας αὐτῆς, καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος ἔσται. Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ Αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. Ταύτην διὰ Περσῶν τὴν τιμωρίαν ἐδέξατο· ἔδειξε δὲ ὁ λόγος, ὡς οὐ παντελῶς αὐτὴν ἀοίκητον ἔσεσθαι προηγόρευσεν, ἀλλ' ἐπὶ πολὺν χρόνον· οἰ κεῖται δὲ νῦν ὑπὸ ὀλίγων Ἰουδαίων. λϛʹ. Περίβλεψαι πρὸς ἀνατολὰς, Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην σου, τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. Τὴν τῶν αἰχμαλώτων ἐπάνο δον προθεσπίζει. λζʹ. Ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπ έστειλας· ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, τῷ ῥήματι τοῦ Ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ. Οὐ γὰρ τῇ οἰκείᾳ δυνάμει περιεγένοντο τῶν ἐχθρῶν, ἀλλ' ὁ παραδοὺς Θεὸς τὴν ἐλευθερίαν ἀπέδωκε. ΚΕΦΑΛ. Εʹ. Κελεύει δὲ καὶ τὴν πενθήρη στολὴν ἀποθέσθαι, καὶ περιτίθησιν αὐτῇ τῆς ἱερωσύνης τὸ σχῆμα. βʹ. Περιβαλοῦ γὰρ, φησὶ, τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, καὶ ἐπίθου τὴν μίτραν ἐπὶ τῆς κεφαλῆς σου, τῆς δόξης τοῦ αἰωνίου. Ἐν γὰρ τῇ μίτρᾳ τὸ πέταλον ἔκειτο τὸ χρυσοῦν· ἐν ᾧ τὸ ὄνομα τοῦ Θεοῦ προσεγέγραπτο. γʹ, δʹ. Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δι καιοσύνης, καὶ δόξα θεοσεβείας. Ταῦτα δὲ τὰ ὀνόματα νῦν ἔχει· διὰ τοῦτο καὶ εἰς αὐτὴν συντρέ χουσιν ἅπαντες. Λαμπρὰν γὰρ αὐτὴν καὶ περιφανῆ πεποίηκε τὸ σωτήριον πάθος. Πάλιν δὲ αὐτῇ παρα κελεύεται ἰδεῖν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν τοὺς αἰχ μαλώτους ἐπανιόντας, καὶ διδάσκει, ὡς ἀπήχθησαν μὲν πεζοὶ δεσμὰ περικείμενοι, ἐπανήξουσι δὲ πάσης τιμῆς ἀξιούμενοι. Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, καὶ οἱ πεφευγότες κατὰ τὸν τοῦ πολέμου καιρὸν, καὶ τὰ ἑσπέρια, καὶ τὰ νό τια μέρη