1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

30

ποιήσασθαι, καὶ φάσκει μήτε τῇ νηστείᾳ αὐτῶν προσέξειν, μήτε τὰς ὑπ' αὐτῶν προσφερομένας δέξασθαι θυσίας, ἀλλὰ λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ παραδώσειν. Τού των ἀκούσας ὁ προφήτης τῶν ψευδοπροφητῶν τὰς προῤῥήσεις προφέρει, καί φησιν ἐκείνους τὰ ἐναν τία προλέγειν, καὶ εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ ἀγαθῶν ἀφθονίαν. Ἀλλὰ πάλιν ὁ ∆εσπότης τῷ προ φήτῃ φησὶ, ψευδῆ προλέγειν ἐκείνους, οὐ θείοις λόγοις διακονοῦντας, οὐδὲ ὄργανα τῆς χάριτος γενο μένους, ἀλλ' ἅπερ ἐθέλουσι φθεγγομένους. "Οὐκ ἐνετειλάμην γὰρ αὐτοῖς, φησὶ, καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν οὗτοι προφητεύουσιν ὑμῖν." Ὁράσεις τὰ ἐνύπνια καλεῖ, οἰωνίσματα δὲ τὰς ὀρνεοσκοπίας· μαντείας δὲ τὰ ἐξ ἐνεργείας δαιμόνων· προαιρέσεις δὲ καρδίας, τὴν ἀπὸ τῶν λογισμῶν ἐξαπάτην. Εἶτα τούτοις αὐτοῖς ἀπειλεῖ καὶ τὴν ἐξ ἀῤῥωστίας τελευτὴν, καὶ τὴν ἐν πο λέμῳ σφαγήν. "Ἐν θανάτῳ γὰρ, φησὶ, νοσερῷ ἀποθανοῦνται, καὶ ἐν ῥομφαίᾳ καὶ λιμῷ τελευ τήσουσι." Σὺν δὲ τούτοις καὶ οἱ τοῖς τούτων ἀκολου θήσαντες λόγοις. Οὐκ ἀξιωθήσονται δὲ οὐδὲ ταφῆς, πάντων ὁμοίως τοῖς αὐτοῖς περιπιπτόντων κακοῖς. Ἀλλὰ πάλιν ὁ φιλάνθρωπος τὰ σκυθρωπὰ προειπὼν, τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις παρεγγυᾷ. "Καταγάγετε γὰρ, φησὶν, ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός·" διὰ τὸ μέγεθος τῶν ἐπενεχθησομένων ὑμῖν κακῶν. ∆ιηγεῖται δὲ ὁ προφήτης τῶν γεγενημένων τὴν τραγῳδίαν. 81.593 ιηʹ. Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυ ματίαι ῥομφαίας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, ἰδοὺ πόνος λιμοῦ. Προστίθησι καὶ τούτοις καὶ τὰ τῆς αἰχμαλωσίας κακά. "Ὅτι προφήτης καὶ ἱερεὺς ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ ᾔδεισαν." Καὶ ὁ μακάριος ∆ανιὴλ ὁ προφήτης, καὶ ὁ θεῖος Ἐζε κιὴλ, καὶ ἱερεὺς καὶ προφήτης, καὶ ἕτεροι δὲ πρὸς τούτοις πλεῖστοι ἱερεῖς μετέλαχον τῶν σκυθρωπῶν. Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέ βειαν. Ταῦτα διηγησάμενος, ὁ προφήτης πρὸς τὸν Θεὸν μεταφέρει τοὺς λόγους· "Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, ἢ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;" Ἀντὶ τοῦ, ἡ πρόνοιά σου· ἀνθρωπίνως γὰρ τέθεικε τὴν ψυχὴν, εἰς σαφεστέραν ἔμφασιν τῆς προφητείας. Λέγει δὲ ἀνίατον τὴν ἐπενεχθεῖσαν πλη γὴν, καὶ ἐπιφέρει λέγων οὕτως·" κʹ, καʹ. Ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδι κίας πατέρων ἡμῶν· ὅτι ἡμάρτομεν ἐναντίον σου. Κόπασον διὰ τὸ ὄνομά σου. Ἀντὶ τοῦ· Παῦσαι χαλεπαίνων ἡμῖν· καὶ μὴ εἰς ἡμᾶς ἀπίδῃς, ἀλλ' εἰς τὸ ὄνομά σου. Σὸς γὰρ λαὸς χρηματίζομεν. "Μὴ ἀπολέσῃς θρόνον δόξης σου." Τὴν Ἱερουσα λὴμ οὕτως ὠνόμασε· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, τοὺς ὅρκους ἀπαγορεύων, "Μήτε εἰς Ἱεροσόλυμα ὀμόσῃς, ὅτι θρόνος ἐστὶ τοῦ με γάλου βασιλέως·" ἐκεῖ γὰρ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. Ἀναμιμνήσκει δὲ καὶ τῆς πρὸς τοὺς πα τέρας γεγενημένης διαθήκης, καὶ ὅτι παρὰ τῶν εἰδώ λων οὐδεμία βοήθεια· ἀλλ' αὐτὸς τὸν ἄνωθεν φερό μενον ὑετὸν χορηγεῖ· οὐ γὰρ ἀκυβέρνητος ἡ κτίσις· τοῦτο γάρ φησι· "Καὶ ὁ οὐρανὸς δώσει πλησμονὴν αὑτοῦ· οὐχὶ σὺ αὐτὸς, Κύριε, καὶ ὑπομενοῦμέν σε; ὅτι σὺ ἐποίησας σύμπαντα ταῦτα. ΚΕΦΑΛ. ΙΕʹ. Πρὸς ταῦτα πάλιν ὁ ∆εσπότης ἀποκρίνεται, ὅτι "Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου ἐν αὐτοῖς." ∆ιὰ τούτων δὲ τὸν προφήτην ψυχαγωγεῖ. Μὴ νόμιζε γὰρ, φησὶν, ὅτι σοῦ καταφρονῶν τὴν πρεσβείαν οὐ δέχομαι· οὐδὲ γὰρ ἐκείνοις εἶξα ἂν ἀντιβολοῦσιν, οἳ τοσαῦτα εἰργά σαντο θαύματα. Τούτων μέντοι ἐμνήσθη, καὶ ὡς πρεσβυτέρων, καὶ ὡς πολλάκις αὐτὸν ὑπὲρ τοῦ λαοῦ πεπεικότων. Καὶ