1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

27

γεγε νημένα, τότε μὲν ὑπὸ τῶν πολεμίων ἔρημος αὐτῶν ἡ χώρα ἐγένετο· νῦν δὲ τῆς ἀοιδίμου μητροπόλεως αὐτῶν ἐστέρηνται παντελῶς. "Ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐπὶ καρδίαν." Ἀντὶ τοῦ, λογισμοῖς εὐσε βέσιν οὐ χρῶνται. ιβʹ. Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου ἦλθον ταλαιπωρήσαντες ἐν τῇ ἐρήμῳ. Τὴν διεκβολὴν ἀτραπὸν ὁ Σύρος ἡρμήνευσε· πᾶσαν, φησὶ, τὴν ἔρη μον ἐπλήρωσαν ἀτραπῶν, ταλαιπωροῦντες, καὶ τοὺς πολεμίους ἀποδιδράσκοντες· ἴδιον γὰρ τῶν φευ γόντων μὴ κεχρῆσθαι ταῖς νενομισμέναις ὁδοῖς. "Ὅτι μάχαιρα Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί." Λέγει μὲν καὶ τὰ Ἰουδαίοις συμβάντα, καὶ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς τῆς Ἰσραηλίτιδος. Προ λέγει δὲ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐπενεχθέν τα τοῖς ἔθνεσι· καθ' ὧν καὶ περὶ τὸ τέλος τῆς προ φητείας προαγορεύει. ιγʹ. Ἐσπείρατε πυροὺς, καὶ ἀκάνθας θεριεῖ τε. Παρεγγυᾷ μὴ θαῤῥεῖν τῇ τῆς γῆς εὐκαρπίᾳ, 81.584 ἀλλὰ τῇ τῆς γῆς εὐπραξίᾳ· ὁ γὰρ κακίᾳ χρώμενος ἀκάνθας ἐκ ταύτης τρυγᾷ. "Οἱ κλῆροι ὑμῶν οὐκ ὠφελήσουσιν ὑμᾶς." Κλήρους πάλιν τὴν εὐκληρίαν ἐκάλεσεν, ᾗ συμβουλεύει μὴ πεποιθέναι. "Ἠσχύν θητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναν τίον τοῦ Θεοῦ." Ἃ νομίζετε σεμνύνειν ὑμᾶς, τουτέστι τὸν πλοῦτον, τὴν δυναστείαν, ταῦτα ὑμᾶς κρινομέ νους παρὰ τῷ Θεῷ αἰσχύνης ἐμπλήσει. Ἀπολαύσαν τες γὰρ τῶν παρ' αὐτοῦ δωρεῶν τοῖς ἐναντίοις ἠμεί ψασθε. ιδʹ. Τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτό νων τῶν πονηρῶν, τῶν ποιμένων τῶν ἁπτομέ νων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ. Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἀλλόφυλοι, ἀπεχθῶς ἀεὶ καὶ δυσμενῶς περὶ Ἰουδαίους διέκειντο· ἐφήσθησαν τοίνυν τὰς ἐπενεχθείσας αὐτοῖς θεασάμενοι συμφοράς· διάτοι τοῦτο προδιδάσκει αὐτοὺς τὴν ἐσομένην τῶν Ἰου δαίων ἀνάκλησιν. Ποιμένας δὲ καλεῖ τοὺς ἐκείνων ἄρχοντας. Ἰδοὺ ἐγὼ ἀνασπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν οἶκον Ἰούδα ἐκβαλῶ ἐκ μέσου αὐτῶν. (ιεʹ) Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπι στρέψω, καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐ τοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. ∆ιὰ τούτων τὴν ἐπὶ Κύρου καὶ ∆αρείου γεγενημένην ἐπάνοδον προθεσπί σας, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα προδιδάσκει. ιϛʹ, ιζʹ. Καὶ ἔσται ἐὰν διδάσκοντες διδάξωσι τὴν ὁδόν μου τὸν λαόν μου, τοῦ ὀμνύειν τῷ ὀνό ματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν ἐν τῇ Βάαλ, καὶ οἰκοδομηθήσον ται ἐν μέσῳ τοῦ λαοῦ μου. Ἐὰν δὲ μὴ ἐπι στρέψωσιν, ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος. Εἶπε καὶ τὴν παντελῆ τοῦ Ἰουδαίων ἔθνους ἀποβολήν. "Ἐξαρῶ γὰρ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος." ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Μετὰ ταῦτα κελεύεται ὁ προφήτης περίζωμα λι νοῦν πριάμενος, καὶ τῇ ὀσφύϊ περιθεὶς, παρὰ τὸν Εὐφράτην ποταμὸν τοῦτο κατακρύψαι, καὶ τὸ κελευ σθὲν παραυτίκα πεπλήρωκεν. Ἡμερῶν δὲ πλείστων διελθουσῶν, προσετάχθη πάλιν κομίσαι τὸ περίζωμα· καὶ πεποίηκε πάλιν, ὅπερ ὁ ∆εσπότης αὐτῷ προσ έταξε. Καὶ λαβὼν ἐν ταῖς χερσὶν αὐτοῦ, εὗρε δι εφθαρμένον, καὶ εἰς πᾶσαν ἄχρηστον χρῆσιν. Εἶτα ἀκούει λέγοντος τοῦ ∆εσπότου· θʹ, ιʹ. Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα, καὶ τὴν ὕβριν Ἰερουσαλὴμ, τὴν πολλὴν ταύτην ὕβριν. 81.585 Τὸν λαὸν τοῦτον τὸν πονηρόν· τοὺς μὴ βου λομένους ὑπακούειν τῶν λόγων μου, καὶ πο ρευομένους ἐν τῇ εὐθύτητι τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς, καὶ πορευομένους ὀπίσω θεῶν ἀλ λοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ προσ κυνεῖν αὐτοῖς· καὶ ἔσονται ὡς τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται ἔτι εἰς οὐθέν. ∆ιὰ τούτων τὴν ἐν Βαβυλῶνι σημαίνει διατριβήν· ὁ γὰρ Εὐφρά της μέσον ἐκείνην διατέμνει