1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

43

ΚΕΦΑΛΑΙΟΝ Κ∆ʹ. Πάλιν διὰ παραβολῶν καὶ συμβόλων ποιεῖται τὴν προφητείαν· καὶ ὁρᾷ κατά τινα ἀποκάλυψιν δύο καλάθους σύκων κειμένους πρὸ τοῦ θείου νεώ. Λέγει δὲ καὶ τὸν τῆς προφητείας χρόνον· μετὰ γὰρ δὴ τὴν Ἰεχονίου μετανάστασιν, καὶ τὴν Σεδεκίου βασιλείαν, ταῦτα λέγει ἑωρακέναι. Καὶ τὸν μὲν ἕνα κάλαθον σύκων ἀρίστων τε καὶ πρωΐμων· τὸν δὲ ἕτερον λίαν αἰσχρῶν, καὶ παντελῶς ἀχρήστων εἰς ἐδωδήν. Εἶτα θείαν δεξάμενος περὶ τούτων ἐρώτησιν, εἶπε τὴν τῶν ὑποδειχθέντων διαφοράν· καὶ διδάσκεται λοιπὸν τὰ διὰ τούτων σημαινόμενα. Ἀπείκασε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν πρωΐμοις σύκοις τοὺς ἤδη γεγενημέ νους δορυαλώτους, καὶ ὑπισχνεῖται αὐτοῖς τὴν ἐκεῖ θεν ἐπάνοδον, καὶ τὴν αὑτοῦ κηδεμονίαν, καὶ σὺν εὐσεβείᾳ τὴν εὐπραξίαν. Τοῖς δὲ δυσειδέσι σύκοις ἀφομοιοῖ οὐ μόνον τοὺς ὑπολειφθέντας ἐν τῇ Ἰου δαίᾳ, ἀλλὰ καὶ τοὺς εἰς Αἴγυπτον πεφευγότας, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Σεδεκίαν, καὶ τοὺς ἄρχοντας, καὶ ἀπειλεῖ αὐτοῖς τῶν Βαβυλωνίων τὴν στρατιὰν, καὶ τὰ ἐκ τοῦ πολέμου φυόμενα σκυθρωπὰ, λιμὸν, καὶ λοιμὸν, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν· οὕτω ταῦτα προθεσπίσας, τὴν πρὸ τούτων τίθησι προφη τείαν· ταῦτα μὲν γὰρ μετὰ τὸν Ἰεχονίαν ἐῤῥέθη· 81.636 ἃ δὲ μέλλει λέγειν, ἐπὶ Ἰωακεὶμ τοῦ βασιλέως, ὃς τοῦ Ἰεχονίου πατὴρ ἐτύγχανεν ὤν. Λέγει δὲ καὶ τὸν χρόνον σαφῶς. ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν, ἐπὶ πάντα τὸν λαὸν τοῦ Ἰούδα, ἐν τῷ ἔτει τῷ τε τάρτῳ τοῦ Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα· αὐτὸς ἐνιαυτὸς πρῶτος τῷ Ναβουχοδονό σορ βασιλεῖ Βαβυλῶνος. Ἐν τούτῳ τῷ ἔτει ἐπι στρατεύσας ὁ Ναβουχοδονόσορ κατὰ τῆς Ἱερουσαλὴμ, τοὺς μὲν ἐξηνδραπόδισε, τοῖς δὲ φόρον ἐπιθεὶς ἀν έστρεψε. Λέγει τοίνυν καὶ τίνα τὰ εἰρημένα. γʹ. Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία, υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα (καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη), ἐγενήθη λόγος Κυρίου πρός με, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρί ζων, καὶ οὐκ ἠκούσατε. Τοῦ πλήθους τῶν ἐτῶν ἐμνημόνευσε, τὴν τοῦ Θεοῦ μακροθυμίαν δεικνὺς, ὅτι ἀπειθούντων ἐπὶ τοσοῦτον ἠνέσχετο. Ἀπέστειλα γὰρ, φησὶ, πρὸς ὑμᾶς τοὺς δούλους μου, τοὺς προ φήτας· παρεγγυῶ ὑμῖν, τὴν ὀλεθρίαν καταλιπόν τας ὁδὸν, ἐπὶ τὴν ἑτέραν ἐλθεῖν τὴν πρόξενον τῆς ζωῆς· καὶ ὑπισχνούμην ὑμῖν ἀγαθὰ τοῦτο δρῶσι, καὶ οὐκ ἠκούσατε· ἀλλὰ τὴν τῶν εἰδώλων θερα πείαν προείλεσθε. Καὶ διελέγχων τὸν τῆς ἀπειθείας σκοπὸν ἐπήγαγεν· "Ὅπως παροργίσητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν εἰς κακὸν ὑμῖν." Παροξύναντες γάρ με ἐτολμᾶτε ἐκεῖνα· ἀλλὰ γὰρ καὶ τὴν βλάβην ὑμεῖς πάλαι ἐκαρποῦσθε. Οὗ χάριν, φησὶ, σὺν τῷ Ναβουχοδονόσορ τοὺς ὑπ' αὐτοῦ τελοῦντας βασιλέας ἀθροίσω, καὶ καθ' ὑμῶν, καὶ κατὰ τῶν πλησιοχώρων ὑμῶν, παρ' ὧν τὴν τῶν εἰδώ λων ἐδιδάχθητε λατρείαν, καὶ ἐρημίᾳ παντελεῖ καὶ τὴν ὑμετέραν [γῆν] παραδώσω καὶ τὴν ἐκείνων, καὶ τῆς πάσης αὐτοὺς εὐφροσύνης γυμνώσω· ταύ της γὰρ ἴδια "φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης· φωνὴ μύλου, καὶ φῶς λύχνου." Ἑβδομηκοντούτῃ δὲ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Μετὰ γὰρ δὴ τὰ ἑβδομήκοντα ἔτη, αὐτόν τε τῆς Βαβυλῶνος τὸν βασι λέα, καὶ τοὺς ὑπηκόους ἐκείνου, δίκας τῆς ἀσεβείας καὶ παρανομίας ἀπαιτήσειν ἔφη, καὶ ἐμπεδώσειν ἅπασαν τοῦ Ἱερεμίου τὴν πρόῤῥησιν. Αὐτίκα τοί 81.637 νυν κελεύεται λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρὸς Κυρίου, καὶ ποτίσαι σύμπαντα τὰ ἔθνη, "Πὸς ἃ ἐγώ σε, φησὶ, ἐξαποστελῶ πρὸς αὐτά." ιϛ. Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμα νήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀνὰ μέσον αὐτῶν. Ποτήριον δὲ οἴ νου ἀκράτου τὴν δικαίαν τιμωρίαν καλεῖ· οὕτω καὶ ὁ θεῖος ἔφη ∆αβὶδ, ὅτι "Ποτήριον