1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

87

κατειληφότες, ἐπανῆλθον λοιπὸν, ὡς εἰ ρήνης τῷ ἔθνει παρασχεθείσης· οὗ δὴ χάριν καὶ τῶν ἀπὸ δυσμῶν ἐμνημόνευσεν. 81.780 ζʹ. Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ. Πᾶσαν, φησὶ, δυσκολίαν κατηνύασε· τοὺς ἐοικότας ὄρεσιν ὑψηλοῖς Βαβυλωνίους κατέλυσε· τοὺς ἐκείνοις ὑπο κειμένους, φάραγξι ταπειναῖς ἐοικότας, ἀνανεῦσαι πεποίηκεν· ἡμῶν δὲ πανταχόθεν ἄδεια τῆς ἐπαν όδου γεγένηται. ηʹ. Αἱ σκιάδες, καὶ οἱ δρυμοὶ, καὶ πᾶν ξύλον εὐωδία τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ. Ταῦτα ἔοικε τοῖς ὑπὸ τοῦ ∆αβὶδ εἰρημένοις· "Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." ∆ρυμοὺς τοίνυν τροπικῶς καλεῖ τὰ μεταξὺ διακείμενα ἔθνη, ἃ καρπὸν εὐσεβείας οὐκ ἔφερον τῷ Θεῷ. Τὸν μέντοι Ἰσραὴλ ἐπανιόντα μετὰ πάσης προὔπεμψαν θεραπείας. Λέγει δὲ καὶ τὸ αἴ τιον τῶν ἀγαθῶν. θʹ. Ἡγήσεται γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ μετ' εὐφροσύνης, τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ παρ' αὐτοῦ. Θεοῦ ἡγουμένου πάντα λεῖα καὶ εὐμαρῆ. Κέχρηται ἐλεη μοσύνῃ μὲν περὶ τὸν λαὸν, δικαιοσύνῃ δὲ κατὰ Βαβυλωνίων. Οὗτοι μὲν γὰρ ἁμαρτάνοντες διὰ τῆς παιδείας ὠφέλειαν ἐδέξαντο· ἐκείνους δὲ μανικωτέ ρους καὶ δυσσεβεστέρους ἡ νίκη πεποίηκεν. Ἀντιβο λήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ξεναγὸν ἡμῶν γενέ σθαι καὶ ποδηγὸν τὸν τῶν ὅλων Θεόν· ἵνα τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ κατὰ τὴν ∆αβιτικὴν πορευόμε νοι μελῳδίαν, μὴ ἐκκλίνωμεν δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ τὴν βασιλικὴν ὁδὸν ὁδεύσωμεν, τὴν ἀπάγουσαν εἰς τὴν ζωήν· ἧς ἡμᾶς γένοιτο ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΒʹ ΘΡΗΝΟΙ. ΚΕΦΑΛ. Αʹ. Ὁ μὲν θρῆνος συμπαθείας καὶ φιλοστοργίας ση μεῖον· ἡγοῦμαι δὲ τὸν θεσπέσιον προφήτην ὠφελείας 81.781 ἕνεκα, καὶ τῶν τηνικαῦτα ἀνθρώπων, καὶ τῶν εἰς ὕστερον ἐσομένων, τοὺς θρήνους συγγράψαι· ἵνα κἀκεῖνοι καὶ οὗτοι μάθωσι διὰ τῶν γραμμάτων, ὅσων πρόξενος ἡ ἁμαρτία κακῶν· τέσσαρας μέντοι συγγέγραφε Θρήνους, τὰ ἑκάστου ῥήματα καὶ κατὰ τὸν ἀριθμὸν καὶ τὴν τάξιν τῶν στοιχείων συντεθεικώς· θρηνεῖ δὲ τῆς πόλεως τὴν ἐρημίαν, τῆς προτέρας τῶν οἰκητόρων μεμνημένος πληθύος, καὶ δυσφοροῦσαν ὁρῶν τὴν πάλαι παρὰ τῶν ἄλλων πόλεων δεχομένην τὸν φόρον· προσωποποιίᾳ δὲ κε χρημένος, λέγει νύκτωρ καὶ μεθ' ἡμέραν τὴν πόλιν δακρύειν, τοῦ ψυχαγωγοῦντος οὐκ ὄντος, καὶ τῶν φίλων αὐτῆς παντελῶς ἠρνημένων. Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν. "Πάντες γὰρ, φησὶν, οἱ διώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων. Ἀναμιμνήσκει καὶ τῶν πο ταμοὺς μιμουμένων ὁδῶν κατὰ τὸν τῶν ἑορτῶν και ρόν· πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες· καὶ θρηνεῖ. ∆οκεῖ γάρ πως τοῖς ἀνιαρῶς διακειμένοις μεταβολήν τινα δέχεσθαι καὶ τὰ ἄψυχα· λέγει δὲ καὶ τὰ τούτων αἴτια. εʹ. Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσιν· ὅτι Κύριος ἐτα πείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς. Τοῦτο καὶ ὁ μακάριος αὐτοῖς προλέγει Μω σῆς τὸν θεῖον παραβαίνουσι νόμον· "Ὅτι ἔσονται οἱ ἐχθροί σου ἄνω, καὶ σὺ κάτω·" λέγει δὲ καὶ τοῖς θηλάζουσι σὺν τοῖς πρεσβυτέροις τὸν ὄλεθρον· "Θηλάζων, φησὶ, μετὰ