1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

50

ὅτι ἴσχυσαν αἱ ἁμαρτίαι σου, ἐποίησά σοι ταῦτα." Ἀπειλεῖ δὲ ὅμως τοῖς ἐπελθοῦσιν αὐτοῖς πολεμίοις, καὶ σφαγὴν, καὶ δουλείαν· οἱ γὰρ τὸν θάνατον διαπεφευγότες, δοῦλοι τῶν νενικηκότων ἐγένοντο. Ἐπιμένει δὲ αὐτὴν ταῖς χρησταῖς ἐπαγγελίαις ψυχαγωγῶν. 81.657 ιζʹ. Ὅτι ἀνοίξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος. Καὶ τῇ τομῇ, καὶ τῇ σπογγιᾷ, καὶ τοῖς αὐστηροτέροις, καὶ τοῖς ἠπιωτέροις φαρμάκοις ἐχρήσατο. "Ὅτι διεσπαρμένη ἐκλήθη Σιών." Ἐπετώθαζε γὰρ αὐτῇ τὰ γειτο νεύοντα ἔθνη, καὶ τὴν αἰχμαλωσίαν προτιθέντα, καὶ τὴν δουλείαν. "Αὕτη θήραμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν." Ἡνίκα, φησὶ, παρεῖδον αὐτὴν καὶ οὐκ ἐπήμυνον, προὔκειτο τοῖς πολεμοῦσιν αὐτὴν, ὡς θήραμα ἕτοιμον. Ἀλλὰ μετὰ τὴν παι δείαν τῆς δουλείας αὐτοὺς ἐλευθερώσω, ὥστε ἐπαν ελθεῖν καὶ δείμασθαι τὰς πόλεις, καὶ τὸν ναὸν ἀνα στῆσαι, καὶ τὴν κατὰ νόμον ἐν αὐτῷ λατρείαν ἐπιτελεῖν. Τοῦτο γὰρ ἔφη· "Καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται." Προστίθησι δὲ καὶ ὅσα τῆς εὐπραξίας ἴδια. ιθʹ. Καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες, καὶ φωνὴ παιζόντων. Ὑπισχνεῖται δὲ καὶ αὔξην τοῦ γένους, καὶ πολυγονίαν. "Χεῶ γὰρ αὐτοὺς, φησὶ, καὶ οὐ μὴ σμικρυνθῶσι." κʹ. Καὶ εἰσελεύσονται, φησὶν, οἱ υἱοὶ αὐτῶν, ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσονται. Τὰ μαρτύρια ὁ Σύρος συναγωγὰς ἡρμήνευσε. "Καὶ ἐπισκέψομαι ἐπὶ πάντας τοὺς θλίβοντας αὐτούς." καʹ. Καὶ ἔσονται ἰσχυρότεροι αὐτῶν ἐπ' αὐ τούς. Θλίβοντας τοὺς Βαβυλωνίους λέγει· ἰσχυρο τέρους δὲ τούτων Μήδους καὶ Πέρσας· οὗτοι γὰρ αὐτῶν τὴν σωτηρίαν κατέλυσαν. "Καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται." Κατὰ τὸν τῆς αἰχμα λωσίας καιρὸν, ἄρχοντα τῶν Βαβυλωνίων εἶχον τὸν βασιλέα. Μετὰ δὲ τὴν ἐπάνοδον, πρῶτον μὲν ἔσχον τὸν Ζοροβάβελ, καὶ τὸν τοῦ Ἰωσεδὲκ υἱόν· μετὰ δὲ ταῦτα, ὑπὸ τῶν ἀρχιερέων ἰθύνοντο. "Ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἐπιστρέψαι πρός με; φησὶ Κύριος." Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐπίστευσε Κυρίῳ, καὶ κατῃσχύνθη. Εἶτα τῇ τοῦ Θεοῦ ὀργῇ τὰ συμβεβηκότα αὐτοῖς ἀνατίθησιν ἀλγεινά· καὶ δεικνὺς αὐτῆς τὸ δίκαιον, ἐπάγει· "Ἐπ' ἀσεβεῖς ἥξει." ∆ιδάσκων δὲ καὶ τὸ δυνατὸν, ἐπιφέρει· κδʹ. Οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ἂν ποιήσῃ, καὶ ἕως οὗ πληρώσῃ ἐγχεί ρημα καρδίας αὑτοῦ. Τῇ γὰρ βουλῇ αὐτοῦ τίς ἀνθέστηκε; Τὴν ἀπιστίαν αὐτῶν ἐλέγχων, "Ἐπ' ἐσχάτων, φησὶ, τῶν ἡμερῶν γνώσεσθε αὐτά." Ἐπειδὴ τοὺς λόγους οὐ πιστεύετε, δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας. ΚΕΦΑΛ. ΛΑʹ. Ἀναμίξας δὲ πάλιν τὰ θυμήρη τοῖς σκυθρωποῖς, τὴν τούτων αἰτίαν διδάσκει. βʹ. Οὕτως εἶπε Κύριος· Εὗρον θερμὸν ἐν ἐρήμῳ, μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους ἐν σπουδαῖς Ἰσραήλ. Τὸ θερμὸν καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος οἰκτιρμὸν τεθείκασιν· ἔχει δέ τινα πρὸς τοῦτο συγγένειαν καὶ ἡ ἑρμηνεία τῆς Ἑλλάδος φωνῆς· ὑποθερμαινόμενος γάρ τις χαυνοῦται εἰς ἔλεον· ἔρημον δὲ καλεῖ τὴν Βαβυλῶνα· καὶ διδά σκει ὅτι ἐκεῖ δουλεύοντας ᾤκτειρεν ὁ ∆εσπότης. Συμφωνεῖ δὲ καὶ τῇ Σύρου ἑρμηνείᾳ καὶ τὰ ἑξῆς. γʹ. Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε· διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. Οὐχ ὁ σὸς, φησὶ, τρό πος αἴτιός σοι τῆς σωτηρίας· ἀλλ' ὁ ἐμὸς ἔλεος. Προλέγει δὲ, ὅτι πάλιν χορεύσουσι τυμπάνοις κεχρη μένοι, καὶ τοῖς ἄλλοις ὀργάνοις, καὶ φυτουργίας φροντίσουσι, καὶ τὰς θείας ἐπιτελέσουσιν ἑορτάς. Προλέγει καὶ τὴν ἕνωσιν τῶν φυλῶν. ϛʹ. Ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογου μένου ἐν ὄρεσιν Ἐφραΐμ· Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς Σιὼν, πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Οὗτοι γὰρ, οἱ πάλαι ταῖς δαμάλεσι λατρεύοντες, ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἀπολογήσονται, καὶ εἰς τὴν Σιὼν δραμοῦνται, καὶ τὸν τῶν