1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

35

πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, 41.14 ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς. ἀλλ' αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ' ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ' ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο, ὑποπέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παρ' ἐμοῦ συμμαχίαν τινά, ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο; μάρτυς ἐστί μοι τούτου ὁ θεὸς αὐτός, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς ἐπιγνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος. 41.15 Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ 41.16 τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός. ἀλλ' οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ὑπεδέξαντο καὶ παρ' ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας. διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι· 41.17 ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι. νῦν ὑμέτερόν ἐστι πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν, ἣ πάντοτε καὶ γεγενῆσθαι [καὶ] συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως, ἵνα ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν· εἴ τις δὲ ἢ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ τοῦτ' ἔστιν ἐμοῦ ἐνεργείας ἀνασταλήσεται. 42.1 Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ. Ὅση τῆς θείας ὀργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὧν Εὐσέβιός τε καὶ Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα τῷ συστήματι τοῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. ὅτε γὰρ μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν τὴν προτέραν 42.2 ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπήμασιν ἐμμένοντες ἑάλωσαν. διὰ τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς τοῦ ἑαυτῆς ἀπώσατο λαοῦ. ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν, καὶ νῦν μὲν ἀξίαν παρ' αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἑξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται. 42.3 Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἵν' εἴ τις κακὴ παραίνεσις τῶν τοιούτων, ὡς ἔγωγε οὐκ οἶμαι, τῇ σῇ ἐνεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς ἀφελόμενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν εἰλικρινῆ τε καθοσίωσιν καὶ ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν ἐστιν ὑπὸ τούτου πράττεσθαι, ὃς δ' ἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπάθλων ἀξιοῦσθαι βουλεύηται. καὶ ἄλλῃ χειρί· ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.