1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

τούτων ἔχωσι καὶ τὴν προσηγορίαν. πρὸς δὲ τούτῳ καὶ εἴ τι σύγγραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο, τοῦτο πυρὶ παραδίδοσθαι, ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη, ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο. ἐκεῖ νο μέντοι προαγορεύω, ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας καὶ μὴ εὐθέως προσενεγκὼν καὶ πυρὶ καταναλώσας, τούτῳ θάνατος ἔσται ζημία. παρα χρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ κεφαλῆς ὑποστήσεται τιμωρίαν. καὶ ἄλλῃ χειρί· ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.

40.1 Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.

Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου. ὥσπερ

γὰρ ἐκεῖνον οἱ δεινοὶ πλάσται πρὸς ἀπάτης δέλεαρ πλάττουσιν, οἱονεὶ κάλλους αὐτῷ εὐπρέ πειαν προσμηχανώμενοι αἰσχίστῳ καθάπαξ ὄντι τὴν φύσιν, ὅπως ἂν τοὺς ταλαι πώρους ἀπολλύοι πλάνην αὐτοῖς προπίνων, τὸν αὐτὸν οὗτος ἂν οἶμαι τρόπον ποιήσειεν, ᾧ μόνον σπουδῆς ἄξιον τοῦτ' εἶναι δοκεῖ, τὸ τὰ τῆς οἰκείας ἰταμότητος δηλητήρια ἀφειδῶς 40.2 προβάλλεσθαι. τοιγάρτοι καινὴν καί, ἀφ' οὗ γεγόνασιν ἄνθρωποι, οὐδεπώποτε φα νεῖσαν ἀπιστίας εἰσάγει πίστιν, διόπερ οὐδὲν τῆς ἀληθείας ἄρα ἀπᾷδον ἐκεῖνο φαίνεται 40.3 τὸ πάλαι τῇ θείᾳ ῥήσει διηρθρωμένον, ὅτι πρὸς τὸ κακόν εἰσι πιστοί. τί δ' ἄν τις ἐκεῖνο λέγοιτο τὴν τοῦ βουλεύεσθαι χάριν αὐτὸν ἀπολωλεκότα μηκέτι κουφισμοῦ τινα ἐπικουρίαν εὕρασθαι ἐπιθυμεῖν; τί τοίνυν φημί, Χριστὲ Χριστέ, κύριε κύριε; τί δήποτε ἡμᾶς τὸ ἀσεβὲς τοῦτο λῃστήριον ὁσημέραι τιτρώσκει; ἕστηκεν ἐξ ἐναντίας δεινή τις βιαία τόλμα, βρυχᾶται ἐπιπρίουσα τὸν ὀδόντα δύσμορφος ὑπ' ἀτιμίας καὶ παντοδαποῖς 40.4 περιτετρωμένη ἐγκλήμασιν. αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ κηρύγματι ὥσπερ τισὶ ζάλαις καὶ τρικυμίαις κακῶν διαφορουμένη ἐξερεύγεται μὲν ἐξώλεις λόγους, γράφουσα δὲ τούτους ἐκφαίνει, οὓς οὐδέποτε σὺ τῷ ἀϊδίῳ τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων ἐν ταῖς περὶ σαυτοῦ γνώσεσιν ἀφώρισας. συνάγει δὲ ὅλως καὶ συμφορεῖ δεινὰ ἄττα καὶ ἄνομα ἀσεβήματα, νῦν μὲν τὰς γλώττας κραδαίνουσα, νῦν δ' αὖ πάλιν ταῖς τῶν ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ' ἀδείας αὕτη παρόντας ἐξαπατᾷ καὶ φθείρει. 40.5 Βούλομαι δὲ ἤδη τοῦ προέδρου αὐτῆς τὴν φύσιν ἐξετάσαι. τί γὰρ δὴ λέγει; «ἢ κατέχωμεν», φησίν, «οὗ ἤδη ἐγκρατεῖς γεγόναμεν ἢ γενέσθω ὡς αὐτοὶ βουλόμεθα». πέπτωκε καὶ ταῦτα πέπτωκε ἀναιρούμενος «δόλῳ», φησίν, «ἢ δεινότητι πανουργίας». οὐδὲν διαφέρει. σεμνὸν μόνον ἡγεῖται, ὃ διὰ πονηρᾶς ἐπινοίας εἰς αὐτὸν εἰσερρύη. 40.6 «πλήθη», φησίν, «ἔχομεν». προβήσομαι δὴ μικρὸν αὐτὸς ἐπὶ τὸ πρόσθεν, ὡς ἂν τῶν τῆς μανίας πολέμων θεατὴς γένωμαι. αὐτός, ἔφην, ἐγὼ προβήσομαι ὁ τοὺς τῶν ἀφρόνων πολέμους παύειν εἰωθώς. ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων [εἰ] χρεία. μὴ σύ γε τοῦτο ποιήσῃς, ἱκετεύομεν. ἐπισχέτω γοῦν σε ἡ τῆς Ἀφροδίτης ὁμιλία. ἀλλὰ γὰρ εἴθ' ὡς τοῖς ὄχλοις ἄριστα συνεκροτῆσθαι δοκεῖς, οὕτω σοι τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ προσῆκε ἀκμάζειν. 40.7 ἰδοὺ δὴ πάλιν αὖ ἱκέτης ἔρχομαι καὶ τοῖς ὅπλοις παμπληθὲς ἰσχύων μάχεσθαι μὲν οὐκ ἐθέλω, τῇ δὲ τοῦ Χριστοῦ πεφραγμένος πίστει σέ τε ἰάσασθαι καὶ τοὺς ἄλλους θεραπεῦσαι 40.8 βούλομαι. τί οὖν φῂς ταῦτα πράττειν, ἃ μὴ τοῖς ἤθεσι προσῆκε τοῖς σοῖς; ἀλλὰ μεθ' ὁποίας ἡσυχίας, εἰπέ μοι, ἢ τίνα περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ ἐφ' ὅ, τι προπε τείας ἐληλακώς; ὢ τόλμης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι. ἀκούσατε γάρ, οἷα δεδή λωκε πρώην πρός με, ἰὸν ἀποστάζοντι γράφων τῷ καλάμῳ. «οὕτω», φησί, «πιστεύομεν». εἶτ', οἶμαι, προσθεὶς οὐκ οἶδα ἅττα σοβαρῶς πως καὶ μάλα ἀκριβῶς ἐξησκημένα, προιὼν πορρωτέρω οὐδὲν ὅ, τι τῶν δεινῶν ἀπεσιώπησεν, ἀλλ' ὅλον, ὡς