1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου, ἵνα ἐκ ταύτης γνῷς τῶν τε χρι στομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.

4.1 Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς καλῶς ὁρι σθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς πρότερον ἀσεβεῖν 4.2 διδαξάντων; εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, «διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν», καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ' ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον. 4.3 τοῦτο δέ, ὡς ὁ Ποιμὴν εἴρηκεν, ἔκγονόν ἐστι διαβόλου καὶ καπήλων δὲ μᾶλλον καὶ οὐ διδασκάλων ἐστὶ γνώρισμα. ἔστι γάρ, ὡς οἱ πατέρες παραδεδώκασιν, ὄντως διδασκαλία καὶ διδασκάλων ἀληθῶν τοῦτο τεκμήριον τὸ τὰ αὐτὰ ἀλλήλοις ὁμολογεῖν καὶ μὴ ἀμ φισβητεῖν μήτε πρὸς ἑαυτοὺς μήτε πρὸς τοὺς ἑαυτῶν πατέρας. οἱ γὰρ μὴ τοῦτον δια 4.4 κείμενοι τὸν τρόπον μοχθηροὶ μᾶλλον καὶ οὐκ ἀληθεῖς ἂν καλοῖντο διδάσκαλοι. Ἕλ ληνες γοῦν οὐχ ὁμολογοῦντες τὰ αὐτά, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀμφισβητοῦντες, οὐκ ἀληθῆ τὴν διδασκαλίαν ἔχουσιν· οἱ δὲ ἅγιοι καὶ τῷ ὄντι τῆς ἀληθείας κήρυκες ἀλλή λοις τε συμφωνοῦσι καὶ οὐ διαφέρονται πρὸς ἑαυτούς. εἰ γὰρ καὶ διαφόροις χρόνοις γεγόνασιν, ἀλλ' εἰς ταὐτὸν ἀλλήλοις ὁρμῶσιν ἑνὸς ὄντες τοῦ θεοῦ προφῆται καὶ τὸν αὐτὸν συμφώνως εὐαγγελιζόμενοι λόγον.

5.1 Ἃ γοῦν Μωσῆς ἐδίδασκε, ταῦθ' Ἁβραὰμ ἐφύλαττεν· ἃ δὲ Ἁβραὰμ ἐφύλαττε,ταῦτα Νῶε καὶ Ἐνὼχ ἐγίνωσκον διακρίναντες καθαρὰ καὶ ἀκάθαρτα καὶ εὐάρεστοι γινόμενοι τῷ θεῷ. καὶ γὰρ καὶ Ἄβελ οὕτως ἐμαρτύρησεν ἐπιστάμενος ταῦτα, ἅπερ ἦν μαθὼν παρὰ τοῦ Ἀδὰμ τοῦ καὶ αὐτοῦ μαθόντος παρὰ κυρίου, ὃς καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐλθὼν εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἔλεγεν· «οὐκ ἐντολὴν καινὴν δίδωμι 5.2 ὑμῖν, ἀλλ' ἐντολὴν παλαιάν, ἣν ἠκούσατε ἀπ' ἀρχῆς». διὰ τοῦτο καὶ ὁ παρ' αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται 5.3 ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τοῦ τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ μήτε τοῦτο μήτ' ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι 5.4 γνώμαις. τοιοῦτοι δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς «τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν 5.5 εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν». ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν. ἔδει μὲν οὖν μήθ' ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας αὐτῶν προφάσεις ἀποκρί νεσθαι μήτ' ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι,