1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν αἰσχίστην ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, 35.5 ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε. παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος σχηματίζεται μὲν ὡς ὑπὲρ τού των γράφειν, ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ. 35.6 Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ Ἀχιλεὺς καὶ Ἀειθαλῆς καὶ Καρπώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης οἱ ποτὲ πρεσβύτεροι· καὶ Εὐζώιος καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ Γάιος οἱ ποτὲ διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος 35.7 καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα. Οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ' ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ καὶ ἦν ποτε ὅτε οὐκ ἦν. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιος κατ' οὐσίαν τῷ πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ θεῷ σοφίᾳ 35.8 ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας καὶ ἄρρητός ἐστιν ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως ὁρᾶν αὐτὸν δύναται. καὶ γὰρ καὶ ἑαυτοῦ 35.9 τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι. δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' 35.10 ὀργάνου κτίσῃ ὁ θεός. καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἠθέλησε ποιῆσαι. ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων. 35.11 Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς ἡμεῖς μὲν μετὰ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέ βειαν. ἀλλ' οὐκ ἰσχύσουσι· νικᾶ γὰρ ἡ ἀλήθεια καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς 35.12 σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ. τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς ἀκούων Ἰωάννου λέγοντος, «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὐ καταγινώσκει τούτων λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν, ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ «μονογενὴς υἱός», καὶ «δι' αὐτοῦ ἐγένετο πάντα», οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστιν τῶν ποιημάτων; πῶς γὰρ δύναται εἷς εἶναι τῶν δι' αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ' ἐκείνους συναριθμούμενος, εἴπερ καὶ αὐτὸς κτίσμα ἐστὶ καὶ ποίημα; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ πατρὸς λέγοντος «ἐξηρεύξατο ἡ καρδία 35.13 μου λόγον ἀγαθὸν» καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»; ἢ πῶς ἀνόμοιος 35.13 τῇ οὐσίᾳ τοῦ πατρὸς ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ πατρὸς καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; πῶς δέ, εἰ λόγος καὶ σοφία ἐστὶ τοῦ θεοῦ ὁ υἱός, ἦν ποτε ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστι αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν θεόν. 35.14 Πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων δι' ἑαυτοῦ μὲν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», διὰ δὲ τοῦ προφήτου «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι»; εἰ γὰρ καὶ ἐπ' αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ