1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

14

πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καὶ μὴν καὶ τό· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καί· «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» ἴσον ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ λέγων· «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;

22.1 Εἰ μὲν οὖν τὸν θεὸν ἡγεῖταί τις εἶναι σύνθετον ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκὸς ἢ ἔξωθέν τινα περιβολὴν ἔχειν καὶ καλύπτεσθαι ἢ εἶναί τινα περὶ αὐτὸν τὰ συμπληροῦντα τὴν οὐσίαν αὐτοῦ, ὥστε λέγοντας ἡμᾶς θεὸν ἢ ὀνομάζοντας πατέρα μὴ αὐτὴν τὴν ἀόρατον αὐτοῦ καὶ ἀκατάληπτον οὐσίαν σημαίνειν, ἀλλά τι τῶν περὶ αὐτόν, μεμφέσθωσαν μὲν τὴν σύνοδον γράψασαν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν υἱόν, κατανοείτωσαν δέ, ὅτι 22.2 δύο ταῦτα βλασφημοῦσιν οὕτω διανοούμενοι. τόν τε γὰρ θεὸν σωματικόν τινα εἰσά γουσι καὶ τὸν κύριον οὐκ αὐτοῦ τοῦ πατρός, ἀλλὰ τῶν περὶ αὐτὸν εἶναι υἱὸν κατα ψεύδονται. εἰ δὲ ἁπλοῦν τί ἐστιν ὁ θεός, ὥσπερ οὖν καὶ ἔστι, δηλονότι λέγοντες τὸν θεὸν καὶ ὀνομάζοντες τὸν πατέρα οὐδέν τι ὡς περὶ αὐτὸν ὀνομάζομεν, ἀλλ' αὐτὴν τὴν οὐσίαν 22.3 αὐτοῦ σημαίνομεν. κἂν γὰρ καταλαβεῖν ὅ, τί ποτέ ἐστιν ἡ τοῦ θεοῦ οὐσία, μὴ ᾖ δυνατόν, ἀλλὰ μόνον νοοῦντες εἶναι τὸν θεὸν καὶ τῆς γραφῆς ἐν τούτοις αὐτὸν σημαινούσης οὐκ ἄλλον τινὰ καὶ ἡμεῖς ἢ αὐτὸν σημᾶναι θέλοντες λέγομεν θεὸν καὶ πατέρα καὶ κύριον. ὅταν γοῦν λέγῃ· «ἐγώ εἰμι ὁ ὤν», καὶ τὸ «ἐγώ εἰμι κύριος ὁ θεός», καὶ ὅπου ποτὲ λέγει ἡ γραφὴ «ὁ θεός», ἡμεῖς ἀναγινώσκοντες οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἀκατάληπτον αὐτοῦ 22.4 οὐσίαν σημαινομένην νοοῦμεν καὶ ὅτι ἔστιν ὅνπερ λέγουσιν. οὐκοῦν μὴ ξενιζέσθω τις ἀκούων ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ καὶ μᾶλλον ἀποδεχέσθω τοὺς πατέρας διακαθάραντας τὸν νοῦν καὶ λευκότερον καὶ ὡς ἐκ παραλλήλου τὸ ἐκ τοῦ θεοῦ γράψαντας τὸ ἐκ τῆς οὐσίας. ταὐτὸν γὰρ ἡγήσαντο τὸ λέγειν ἐκ τοῦ θεοῦ καὶ τὸ λέγειν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν λόγον, ἐπεὶ καὶ τὸ θεός, καθὰ προεῖπον, οὐδὲν 22.5 ἕτερον ἢ τὴν οὐσίαν αὐτοῦ τοῦ ὄντος σημαίνει. εἰ μὲν οὖν μὴ ἐκ τοῦ θεοῦ ἐστιν ὁ λόγος, ὡς ἂν εἴη υἱὸς φύσει γνήσιος ἐκ πατρός, ἀλλ' ὡς τὰ κτίσματα διὰ τὸ δεδημιουργῆσθαι λέγεται καὶ αὐτὸς ὡς τὰ πάντα ἐκ τοῦ θεοῦ, οὔτε ἐκ τῆς οὐσίας ἐστὶ τοῦ πατρὸς οὔτε αὐτὸς ὁ υἱὸς κατ' οὐσίαν ἐστὶν υἱός, ἀλλ' ἐξ ἀρετῆς, ὡς ἡμεῖς οἱ κατὰ χάριν καλούμενοι υἱοί. εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστι μόνος ὡς υἱὸς γνήσιος, ὥσπερ οὖν καὶ ἔστι, λεχθείη ἂν εἰκότως καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ὁ υἱός.

23.1 Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος τοιοῦτον ἔχει τὸν νοῦν. οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν λόγον πρὸς τὸν θεόν, τοῦτο γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν, ἀλλὰ ἀπαύγασμα αὐτὸν εὐηγγελίσαντο πάντες, ἵνα τὸ 23.2 ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς τὸν πατέρα ἑνότητα δηλώσωσι. καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, εἰ μὴ τῆς τοῦ πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν ἑαυτοῦ πατέρα σώζειν. οὕτω δὴ τοῦ λόγου φα νέντος εὐσεβοῦς ἀκόλουθον ἂν εἴη μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς χριστομάχους, 23.3 ἐχούσης καὶ τῆς λέξεως ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν. εἰ γὰρ δή φαμεν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν λόγον (λοιπὸν γὰρ ἡ λέξις ὁμολογείσθω καὶ παρ' αὐτῶν), τί ἂν εἴη τοῦτο ἢ τὸ ἀληθῶς καὶ ἀίδιον τῆς οὐσίας, ἐξ ἧς καὶ γεγέννηται; οὐ γὰρ ἑτερο ειδές, ἵνα μὴ ξένον καὶ ἀνόμοιον τῇ οὐσίᾳ τοῦ πατρὸς ἐπιμιγνύηται, οὐδὲ ἔξωθεν ἁπλῶς ὅμοιος, ἵνα μὴ καθ' ἕτερον ἢ ὅλως ἑτεροούσιος φαίνηται, ὥσπερ χαλκὸς στίλβων καὶ χρυσὸς καὶ ἄργυρος καὶ κασσίτερος. ταῦτα γὰρ ξένα καὶ ἑτεροφυῆ ἀλλήλων καὶ ἀπεσχοινισ