1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

9.1 Εἰ δὲ καὶ πλέον τις τῷ πρωτοπλάστῳ δοίη διὰ τὸ κατηξιῶσθαι τῆς τοῦ θεοῦ χειρὸς αὐτόν, ἀλλ' ἐν τιμῇ καὶ μὴ τῇ φύσει τὸ πλέον εἰς αὐτὸν ὁ τοιοῦτος λογιζέσθω. ἐκ γῆς γὰρ γέγονεν ὥσπερ καὶ πάντες· καὶ ἡ χεὶρ δὲ ἡ πλάσασα τότε τὸν Ἀδὰμ αὕτη καὶ νῦν 9.2 καὶ ἀεὶ τοὺς μετ' ἐκεῖνον πάλιν πλάττει καὶ διασυνίστησι. καὶ τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε». περὶ δὲ τῶν πάντων ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». καὶ πάλιν διὰ Ἡσαίου φησίν· «οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν». ὁ δὲ ∆αυὶδ τοῦτο γινώσκων ἔψαλλεν· «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με». καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· «οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ» τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ 9.3 χειρὶ συνιστάμεθα καὶ κτιζόμεθα πάντες. εἰ τοίνυν οὕτως, ὦ Ἀρειανοί, καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ φρονεῖτε, ὅτι οὕτως καὶ αὐτὸς ὑπέστη καὶ γέγονεν, οὐδὲν καθ' ὑμᾶς τῶν ἄλλων κατὰ τὴν φύσιν διοίσει, ἕως καὶ αὐτὸς οὐκ ἦν καὶ γέγονε καὶ ἐξ ἀρετῆς καὶ αὐτῷ συνεκτίσθη τοῦ ὀνόματος ἡ χάρις. εἷς γάρ ἐστι καὶ αὐτός, ἀφ' ὧν λέγετε, περὶ ὧν ἐν Ψαλμοῖς τὸ πνεῦμά φησιν· «αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη 9.4 σαν». τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ' οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φή σουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· «διὰ τοῦτο πλέον τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν, ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ' ἄλλα πάντα τοῦ υἱοῦ μετέχει». κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.

10.1 Εἰ μὲν γὰρ ἐκεῖνος μὲν τοῦ θεοῦ υἱός, ἡμεῖς δὲ τοῦ υἱοῦ υἱοὶ καλούμεθα, πιθανὸν ἦν αὐτῶν τὸ πλάσμα· εἰ δὲ τοῦ θεοῦ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα, οὗ καὶ αὐτός ἐστιν υἱός, δηλονότι καὶ ἡμεῖς τοῦ πατρὸς μετέχομεν τοῦ λέγοντος· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα». εἰ μὴ γὰρ μετείχομεν αὐτοῦ, οὐκ ἔλεγεν· «ἐγέννησα»· εἰ δὲ αὐτὸς ἐγέννησεν, οὐχ ἕτερος ἀλλ' αὐτὸς 10.2 ἡμῶν ἐστι πατήρ. καὶ οὐ διαφέρει πάλιν, εἰ πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν, ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν καθέζονται «ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», οἱ δὲ ἀκούουσι· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου»· καί· 10.3 «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ». τοιαῦτα μὲν οὖν ἐκεῖνοι φρονοῦντες εἰκότως φαντάζονται τοιούτου υἱοῦ ἀεὶ μὴ εἶναι τὸν θεὸν πατέρα μηδὲ τὸν τοιοῦτον υἱὸν ἀεὶ εἶναι, ἀλλ' ἐξ οὐκ ὄντων κτίσμα γεγενῆσθαι καὶ μὴ εἶναι πρὶν γεννηθῇ· ἄλλος γάρ ἐστιν οὗτος παρὰ 10.4 τὸν ἀληθινὸν τοῦ θεοῦ υἱόν. ἐπειδὴ δὲ ταῦτα λέγειν ἔτι τούτους οὐκ ἔστιν εὐαγές, μᾶλλον γὰρ Σαδδουκαίων καὶ τοῦ Σαμοσατέως ἐστὶ τοῦτο τὸ φρόνημα, λείπει ἄρα κατὰ τὴν ἑτέραν διάνοιαν, καθ' ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱός, λέγειν εἶναι καὶ τὸν τοῦ θεοῦ υἱόν· τὸ γὰρ ἔκ τινος φύσει γεννώμενον καὶ μὴ ἔξωθεν ἐπικτώμενον υἱὸν οἶδεν ἡ 10.5 φύσις, καὶ τοῦτο τοῦ ὀνόματός ἐστι τὸ σημαινόμενον. ἆρ' οὖν ἀνθρωποπαθὴς ἡ τοῦ υἱοῦ γέννησις; τοῦτο γὰρ ἴσως κατ' ἐκείνους καὶ αὐτοὶ θελήσουσιν ἀντιθεῖναι μὴ γινώσκοντες. οὐδαμῶς. οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, ἐπεὶ μηδὲ οἱ ἄνθρωποι ὡς ὁ θεός. οἱ μὲν γὰρ ἐξ ὕλης καὶ ταύτης οὔσης παθητικῆς